|
|||
Sophokles, Antigone2. Epeisodion |
|||
| |||
Text nach Pearson
Kommentar / Übersetzung
385 Φυ. Χο. Κρ. ἥδ’ ἔστ’ ἐκείνη τοὔργον ἡ ’ξειργασμένη· τήνδ’ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; ὅδ’ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ. τί δ’ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ; 390 395 400 Φυ. ἄναξ, βροτοῖσιν οὐδέν ἔστ’ ἀπώμοτον. ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ ταῖς σαῖς ἀπειλαῖς, αἷς ἐχειμάσθην τότε. ἀλλ’ ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ’, ἣ καθῃρέθη τάφον κοσμοῦσα. κλῆρος ἐνθάδ’ οὐκ ἐπάλλετο, ἀλλ’ ἔστ’ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. καὶ νῦν, ἄναξ, τήνδ’ αὐτός, ὡς θέλεις, λαβὼν καὶ κρῖνε κἀξέλεγχ’· ἐγὼ δ’ ἐλεύθερος δίκαιός εἰμι τῶνδ’ ἀπηλλάχθαι κακῶν.
[Übersetzung]
405 Κρ. Φυ. Κρ. Φυ. Κρ. ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; αὕτη τὸν ἄνδρ’ ἔθαπτε· πάντ’ ἐπίστασαι. ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς; ταύτην γ’ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας. ἆρ’ ἔνδηλα καὶ σαφῆ λέγω; καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
[Übersetzung]
410 415 420 425 430 435 440 Φυ. τοιοῦτον ἦν τὸ πρᾶγμ’. ὅπως γὰρ ἥκομεν, πρὸς σοῦ τὰ δείν’ ἐκεῖν’ ἐπηπειλημένοι, πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, καθήμεθ’ ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀπ’ αὐτοῦ μὴ βάλῃ πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρ’ ἀνὴρ ἐπιρρόθοις κακοῖσιν, εἴ τις τοῦδ’ ἀκηδήσοι πόνου. χρόνον τάδ’ ἦν τοσοῦτον, ἔστ’ ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος καὶ καῦμ’ ἔθαλπε· καὶ τότ’ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτόν, οὐράνιον ἄχος, πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος, ἐν δ’ ἐμεστώθη μέγας αἰθήρ· μύσαντες δ’ εἴχομεν θείαν νόσον. καὶ τοῦδ’ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς ὄρνιθος ὀξὺν φθόγγον, ἐς ὅταν κενῆς εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος· οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ’ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, ἔκ τ’ εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθ’ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν πράξεις· ἄπαρνος δ’ οὐδενὸς καθίστατο, ἅμ’ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν ἀλγεινόν. ἀλλὰ τἄλλα πάντ’ ἥσσω λαβεῖν ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.
[Übersetzung]
445 Κρ. Αν. Κρ. Αν. Κρ. σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα, φὴς ἢ καταρνῇ μὴ δεδρακέναι τάδε; καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή. σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾗ θέλεις ἔξω βαρείας αἰτίας ἐλεύθερον· σὺ δ’ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ σύντομα, ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε; ᾔδη· τί δ’ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν. καὶ δῆτ’ ἐτόλμας τούσδ’ ὑπερβαίνειν νόμους;
[Übersetzung]
441 σὲ δή erg. sinngemäß: καλῶ — νεύω nicken, beugen, hängen lassen — εἰς πέδον (πέδον = πεδίον) bis zur Erde — τὸ κάρα Kopf, Haupt — 442 καταρνοῦμαι = ἀρνοῦμαι — δεδρακέναι → Stf 443 δρᾶσαι → Stf — ἀπαρνοῦμαι = ἀρνοῦμαι 444 ᾗ θέλεις wohin du willst 445 ἡ αἰτία Grund, Ursache; Beschuldigung, Vorwurf 446 μὴ μῆκος, ἀλλὰ σύντομα nicht weitschweifig, sondern knapp 447 ᾔδησθα → Konjug. — κηρυχθέντα → Stf — πράσσειν = πράττειν 448 ἐμφανής, -ές deutlich, sichtbar 450 455 460 465 470 Αν. οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐδ’ ἡ ξύνοικος τῶν κάτω θεῶν, Δίκη, τοιούσδ’ ἐν ἀνθρώποισιν ὥρισεν νόμους, οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ κηρύγμαθ’, ὥστ’ ἄγραπτα κἀσφαλῆ θεῶν νόμιμα δύνασθαι θνητὸν ὄνθ’ ὑπερδραμεῖν. οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ’ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ’φάνη. τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς φρόνημα δείσασ’, ἐν θεοῖσι τὴν δίκην δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δ’ οὔ; κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτ’ ἐγὼ λέγω. ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς ζῇ, πῶς ὅδ’ οὐχὶ κατθανὼν κέρδος φέρει; οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν παρ’ οὐδὲν ἄλγος· ἀλλ’ ἄν, εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ’ ἄθαπτον ἠνσχόμην νέκυν, κείνοις ἂν ἤλγουν· τοῖσδε δ’ οὐκ ἀλγύνομαι. σοὶ δ’ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
[Übersetzung]
451 ἡ ξύνοικος die Mitbewohnerin 452 ὥρισεν Aor. v. ὁρίζω (T-Stock!) 453 σθένειν Kraft, Geltung haben 454 ἄγραπτος ungeschrieben — κἀσφαλῆ = καὶ ἀσφαλῆ 455 τὸ νόμιμον Das Gesetzmäßige, das Gesetz — ὑπερδραμεῖν übertreten 456 κἀχθές = καὶ χθές (gestern) 457 ταῦτα bez. sich auf νόμιμα v. 455 — κοὐδείς = καὶ οὐδείς — ὅτου → verallg. Rel.-Pron. — ’φάνη = ἐφάνη → Stf 459 δείσασ’ = δείσασα → Stf 460 θανουμένη γὰρ ἐξῄδη mit war bewusst, sterben zu müssen 461 κεἰ = καὶ εἰ — προὐκήρυξας = προ-ἐκήρυξας; hier mit irrealem Sinn — τοῦ χρόνου πρόσθεν = πρὸ τοῦ χρόνου 462 θανοῦμαι → Stf — αὔτ’ = αὖτε hinwiederum, dagegen 464 κατθανών = ἀποθανών → Stf 465 ὁ μόρος Schicksal, Los 466 παρ’ οὐδὲν ἄλγος erg. ἐστίν; wörtl.: ist von keinem Schmerz — τὸν ἐξ ἐμῆς μητρὸς den aus meiner Mutter (Schoß) = meinen Bruder 467 ἠνσχόμην = ἠνεσχόμην, v. ἀνέχομαι aushalten, ertragen 468 κείνοις = ἐκείνοις — ἀλγέω, ἀλγύνομαι weh tun, Schmerz empfinden 469 μῶρος dumm, einfältig — δρῶσα → Stf → Konjug. 470 σχεδόν τι beinahe, fast — μωρίαν ὀφλισκάνω ich ziehe mir den Vorwurf der Dummheit zu Χο. δηλοῖ τὸ γοῦν λῆμ’ ὠμὸν ἐξ ὠμοῦ πατρὸς τῆς παιδός· εἴκειν δ’ οὐκ ἐπίσταται κακοῖς.
[Übersetzung]
471 λῆμ’ v. τὸ λῆμα Wille, Sinnesart — ὠμός roh, grausam, ungebildet 472 εἴκειν weichen, nachgeben 475 480 485 490 495 Κρ. ἀλλ’ ἴσθι τοι τὰ σκλήρ’ ἄγαν φρονήματα πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοις. σμικρῷ χαλινῷ δ’ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει φρονεῖν μέγ’ ὅστις δοῦλός ἐστι τῶν πέλας. αὕτη δ’ ὑβρίζειν μὲν τότ’ ἐξηπίστατο, νόμους ὑπερβαίνουσα τοὺς προκειμένους· ὕβρις δ’, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν. ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ’ ἀνήρ, εἰ ταῦτ’ ἀνατεὶ τῇδε κείσεται κράτη. ἀλλ’ εἴτ’ ἀδελφῆς εἴθ’ ὁμαιμονεστέρα τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ, αὐτή τε χἡ ξύναιμος οὐκ ἀλύξετον μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. καί νιν καλεῖτ’· ἔσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτὴν οὐδ’ ἐπήβολον φρενῶν. φιλεῖ δ’ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων. μισῶ γε μέντοι χὥταν ἐν κακοῖσί τις ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
[Übersetzung]
473 ἴσθι → Konjug. — τὰ σκλήρ’ v. σκληρός trocken, spröde, hart, starr 474 ἐγκρατέστατος σίδηρος härtestes Eisen 475 ὀπτὸν ἐκ πυρός περισκελῆ im Feuer erhitzt und spröde geworden 476 θραύω zerbrechen, zerschmettern — ῥαγέντα Nom. ῥαγείς, Part. Aor. Pass. v. ῥήγνυμι reißen, (zer)brechen — εἰσίδοις εἰσ-ίδοις → Stf 477 σμικρῷ χαλινῷ mit kurzem Zügel — θυμούμενοι ἵπποι ungebändigte Pferde 478 καταρτυθέντας v. καταρθύω in Ordnung bringe, zähmen — ἐκπέλει = ἔξεστιν 479 οἱ πέλας die nächsten Menschen, die Umgebung 480 ἐξηπίστατο Vorsilbe ἐξ- ist Verstärkung → Stf 482 δέδρακεν → Stf 483 ἐπαυχεῖν prahlen, sich brüsten mit 484 ἦ fürwahr; erg. ἦν ἄν (Irrealis) 485 ἀνατεί ungestraft — κείσεται = Fut. v. κεῖμαι, hier: zuteil werden (κράτη) 486 ἀδελφῆς Kind der Schwester — ὁμαιμονεστέρα Komp. v. ὁμ-αίμων blutsverwandt; Struktur: Sei sie (κυρεῖ) Blutsverwandter als … oder als… 487 Ζηνὸς ἑρκείου (Ζεὺς ἕρκειος ist für die Familie zuständig; metonymischer Ausdruck für) Familie — κυρεῖ = ἐστίν 488 χή = καὶ ἡ — ξύναιμος → s. V. 198 — ἀλύξετος (Verbaladj. aut -τος) v. ἀλύσκω entkommen, entrinnen (τινός jmd./etw.) 490 ἐπαιτιῶμαι v. ἐπ-αιτιάομαι (ἐπ- ist nur Verstärkung) 491 νιν = αὐτήν — ἔσω drinnen — ἀρτίως eben, gerade 492 λυσσῶσαν wütend, erregt — οὐδ’ ἐπήβολον φρενῶν und nicht mehr mächtig ihrer Sinne 493 φιλεῖ δ’ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς der Mut liebt ertappt worden zu sein als Dieb 494 τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων bezieht sich auf ὁ θυμός — ὁ σκότος Dunkelheit — τεχνάομαι heimlich ersinnen 495 μισῶ hassen — χὥταν = καὶ ὅταν 496 ἁλούς → Stf Αν. Κρ. θέλεις τι μεῖζον ἢ κατακτεῖναί μ’ ἑλών; ἐγὼ μὲν οὐδέν· τοῦτ’ ἔχων ἅπαντ’ ἔχω.
[Übersetzung]
500 505 Αν. τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων ἀρεστὸν οὐδὲν, μηδ’ ἀρεσθείη ποτέ, οὕτω δὲ καὶ σοὶ τἄμ’ ἀφανδάνοντ’ ἔφυ. καίτοι πόθεν κλέος γ’ ἂν εὐκλεέστερον κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν λέγοιτ’ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. ἀλλ’ ἡ τυραννὶς πολλά τ’ ἄλλ’ εὐδαιμονεῖ κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ’ ἃ βούλεται. 510 515 520 525 Κρ. Αν. Κρ. Αν. Κρ. Αν. Κρ. Αν. Κρ. Αν. Κρ. Αν. Κρ. Αν. Κρ. Αν. Κρ. σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. ὁρῶσι χοὖτοι, σοὶ δ’ ὑπίλλουσιν στόμα. σὺ δ’ οὐκ ἐπαιδῇ, τῶνδε χωρὶς εἰ φρονεῖς; οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. οὔκουν ὅμαιμος χὡ καταντίον θανών; ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός. πῶς δῆτ’ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν; οὐ μαρτυρήσει ταῦθ’ ὁ κατθανὼν νέκυς. εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. οὐ γάρ τι δοῦλος, ἀλλ’ ἀδελφὸς ὤλετο. πορθῶν δὲ τήνδε γῆν· ὁ δ’ ἀντιστὰς ὕπερ. ὁμῶς ὅ γ’ Ἅιδης τοὺς νόμους ἴσους ποθεῖ. ἀλλ’ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσον. τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε; οὔτοι ποθ’ οὑχθρός, οὐδ’ ὅταν θάνῃ, φίλος. οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. κάτω νυν ἐλθοῦσ’, εἰ φιλητέον, φίλει κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
[Übersetzung]
530 Χο. καὶ μὴν πρὸ πυλῶν ἥδ’ Ἰσμήνη, φιλάδελφα κάτω δάκρυ’ εἰβομένη· νεφέλη δ’ ὀφρύων ὕπερ αἱματόεν ῥέθος αἰσχύνει, τέγγουσ’ εὐῶπα παρειάν.
[Übersetzung]
535 Κρ. σὺ δ’, ἣ κατ’ οἴκους ὡς ἔχιδν’ ὑφειμένη λήθουσά μ’ ἐξέπινες, οὐδ’ ἐμάνθανον τρέφων δύ’ ἄτα κἀπαναστάσεις θρόνων, φέρ’, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου φήσεις μετασχεῖν, ἢ ’ξομεῖ τὸ μὴ εἰδέναι;
[Übersetzung]
540 545 Ισ. Αν. Ισ. Αν. Ισ. Αν. δέδρακα τοὔργον, εἴπερ ἥδ’ ὁμορροθεῖ καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας. ἀλλ’ οὐκ ἐάσει τοῦτό γ’ ἡ δίκη σ’, ἐπεὶ οὔτ’ ἠθέλησας οὔτ’ ἐγὼ ’κοινωσάμην. ἀλλ’ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. ὧν τοὔργον, Ἅιδης χοἱ κάτω ξυνίστορες· λόγοις δ’ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. μήτοι, κασιγνήτη, μ’ ἀτιμάσῃς τὸ μὴ οὐ θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ’ ἁγνίσαι. μή μοι θάνῃς σὺ κοινὰ, μηδ’ ἃ μὴ ’θιγες ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ’ ἐγώ.
[Übersetzung]
550 555 560 Ισ. Αν. Ισ. Αν. Ισ. Αν. Ισ. Αν. Ισ. Αν. Ισ. Αν. καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος; Κρέοντ’ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών. τί ταῦτ’ ἀνιᾷς μ’ οὐδὲν ὠφελουμένη; ἀλγοῦσα μὲν δῆτ’, εἰ γέλωτ’ ἐν σοὶ γελῶ. τί δῆτ’ ἂν ἀλλὰ νῦν σ’ ἔτ’ ὠφελοῖμ’ ἐγώ; σῶσον σεαυτήν. οὐ φθονῶ σ’ ὑπεκφυγεῖν. οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου; σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. ἀλλ’ οὐκ ἐπ’ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις. καλῶς σὺ μὲν τοῖς, τοῖς δ’ ἐγὼ ’δόκουν φρονεῖν. καὶ μὴν ἴση νῷν ἐστιν ἡ ’ξαμαρτία. θάρσει· σὺ μὲν ζῇς, ἡ δ’ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.
[Übersetzung]
565 570 Κρ. Ισ. Κρ. Ισ. Κρ. Ισ. Κρ. Ισ. Κρ. Ισ. τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως ἄνουν πεφάνθαι, τὴν δ’ ἀφ’ οὗ τὰ πρῶτ’ ἔφυ. οὐ γάρ ποτ’, ὦναξ, οὐδ’ ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ’ ἐξίσταται. σοὶ γοῦν, ὅθ’ εἵλου σὺν κακοῖς πράσσειν κακά. τί γὰρ μόνῃ μοι τῆσδ’ ἄτερ βιώσιμον; ἀλλ’ ἥδε μέντοι μὴ λέγ’· οὐ γὰρ ἔστ’ ἔτι. ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; ἀρώσιμοι γὰρ χἁτέρων εἰσὶν γύαι. οὐχ ὥς γ’ ἐκείνῳ τῇδέ τ’ ἦν ἡρμοσμένα.
[Übersetzung]
575 580 Κρ. Ισ. Κρ. Ισ. Κρ. Ισ. Κρ. κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ. ὦ φίλταθ’ Αἷμον, ὥς σ’ ἀτιμάζει πατήρ. ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος. ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον; Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ. δεδογμέν’, ὡς ἔοικε, τήνδε κατθανεῖν. καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτ’, ἀλλά νιν κομίζετ’ εἴσω, δμῶες· ἐκδέτους δὲ χρὴ γυναῖκας εἶναι τάσδε μηδ’ ἀνειμένας. φεύγουσι γάρ τοι χοἱ θρασεῖς, ὅταν πέλας ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.
[Übersetzung]
|
|||
| |||
|