Abitur 2010



Ist der wahre Politiker Egoist oder Altruist?

Sokrates vergleicht im Gespräch mit Thrasymachos die Politik mit anderen Fachgebieten, um darzulegen, dass der wahre Politiker das Wohl des Bürgers im Auge haben muss. Dafür erntet er aber den heftigen Widerspruch des Sophisten.

Gesamter Text

Σω. Ἐπιστήμη γε οὐδεμία τὸ τοῦ κρείττονος συμφέρον σκοπεῖ οὐδ᾽ ἐπιτάττει, ἀλλὰ τὸ τοῦ ἥττονός τε καὶ ἀρχομένου ὑπὸ ἑαυτῆς. Ἄλλο τι οὖν1, ἦν δ᾽ ἐγώ, οὐδὲ ἰατρὸς οὐδείς, καθ᾽ ὅσον2 ἰατρός, τὸ τῷ ἰατρῷ συμφέρον σκοπεῖ οὐδ᾽ ἐπιτάττει, ἀλλὰ τὸ τῷ κάμνοντι; ὡμολόγηται γὰρ ὁ ἀκριβὴς ἰατρὸς σωμάτων εἶναι ἄρχων ἀλλ᾽ οὐ χρηματιστής3. ἢ οὐχ ὡμολόγηται;

Θρ. Ὡμολόγηται.

Σω. Οὐκοῦν καὶ ὁ κυβερνήτης ὁ ἀκριβὴς ναυτῶν εἶναι ἄρχων ἀλλ᾽ οὐ ναύτης;

Θρ. Ὡμολόγηται.

Σω. Οὐκ ἄρα ὅ γε τοιοῦτος κυβερνήτης τε καὶ ἄρχων τὸ τῷ κυβερνήτῃ συμφέρον σκέψεταί τε καὶ προστάξει, ἀλλὰ τὸ τῷ ναύτῃ τε καὶ ἀρχομένῳ.

Θρ. Εἶεν.

Σω. Οὐκοῦν, ἦν δ᾽ ἐγώ, ὦ Θρασύμαχε, οὐδὲ ἄλλος οὐδεὶς ἐν οὐδεμιᾷ ἀρχῇ, καθ᾽ ὅσον ἄρχων ἐστίν, τὸ αὑτῷ συμφέρον σκοπεῖ οὐδ᾽ ἐπιτάττει, ἀλλὰ τὸ τῷ ἀρχομένῳ καὶ ᾧ ἂν αὐτὸς δημιουργῇ, καὶ πρὸς ἐκεῖνο βλέπων καὶ τὸ ἐκείνῳ συμφέρον καὶ πρέπον, καὶ λέγει ἃ λέγει καὶ ποιεῖ ἃ ποιεῖ ἅπαντα.

Θρ. Ἆρ’οἴει, ὦ εὐηθέστατε Σώκρατες, τοὺς ποιμένας ἢ τοὺς βουκόλους τὸ τῶν προβάτων ἀγαθὸν σκοπεῖν καὶ παχύνειν αὐτὰ πρὸς ἄλλο τι βλέποντας ἢ τὸ αὑτῶν ἀγαθὸν, καὶ ἡγῇ τοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας, οἳ ὡς ἀληθῶς ἄρχουσιν, ἄλλο τι σκοπεῖν αὐτοὺς διὰ νυκτὸς καὶ ἡμέρας ἢ τοῦτο, ὅθεν αὐτοὶ ὠφελήσονται. Καὶ οὕτω πόρρω εἶ περί τοῦ δικαίου, ὥστε ἀγνοεῖς ὅτι ἡ μὲν δικαιοσύνη καὶ τὸ δίκαιον τοῦ κρείττονός τε καὶ ἄρχοντος συμφέρον, οἱ δ᾽ ἀρχόμενοι ποιοῦσιν τὸ ἐκείνου συμφέρον κρείττονος ὄντος, καὶ εὐδαίμονα ἐκεῖνον μὲν ποιοῦσιν ὑπηρετοῦντες αὐτῷ, ἑαυτοὺς δὲ οὐδαμῶς.

1 Ἄλλο τι οὖν …?: Nicht wahr – …?
2 καθ᾽ ὅσον: soweit … wirklich
3 ὁ χρηματιστής: der Geschäftemacher


Die Sätze im einzelnen

  1. Σω. Ἐπιστήμη γε οὐδεμία τὸ τοῦ κρείττονος συμφέρον σκοπεῖ οὐδ᾽ ἐπιτάττει, ἀλλὰ τὸ τοῦ ἥττονός τε καὶ ἀρχομένου ὑπὸ ἑαυτῆς.

Hinweise

Übersetzung

Keine Wissenschaft betrachtet das dem Stärkeren Nützliche und sie trägt es nicht auf, sondern das dem Schwächeren und von ihr Beherrschten.



  1. Ἄλλο τι οὖν1, ἦν δ᾽ ἐγώ, οὐδὲ ἰατρὸς οὐδείς, καθ᾽ ὅσον2 ἰατρός, τὸ τῷ ἰατρῷ συμφέρον σκοπεῖ οὐδ᾽ ἐπιτάττει, ἀλλὰ τὸ τῷ κάμνοντι; ὡμολόγηται γὰρ ὁ ἀκριβὴς ἰατρὸς σωμάτων εἶναι ἄρχων ἀλλ᾽ οὐ χρηματιστής3. ἢ οὐχ ὡμολόγηται;
    Θρ. Ὡμολόγηται.
    1) Ἄλλο τι οὖν …?: Nicht wahr – …?2) καθ᾽ ὅσον: soweit … wirklich3) ὁ χρηματιστής: der Geschäftemacher

Hinweise

Übersetzung

übs



  1. Σω. Οὐκοῦν καὶ ὁ κυβερνήτης ὁ ἀκριβὴς ναυτῶν εἶναι ἄρχων ἀλλ᾽ οὐ ναύτης;
    Θρ. Ὡμολόγηται.

Hinweise

Übersetzung

übs



  1. Σω. Οὐκ ἄρα ὅ γε τοιοῦτος κυβερνήτης τε καὶ ἄρχων τὸ τῷ κυβερνήτῃ συμφέρον σκέψεταί τε καὶ προστάξει, ἀλλὰ τὸ τῷ ναύτῃ τε καὶ ἀρχομένῳ.
    Θρ. Εἶεν.

Hinweise

Übersetzung

übs



  1. Σω. Οὐκοῦν, ἦν δ᾽ ἐγώ, ὦ Θρασύμαχε, οὐδὲ ἄλλος οὐδεὶς ἐν οὐδεμιᾷ ἀρχῇ, καθ᾽ ὅσον ἄρχων ἐστίν, τὸ αὑτῷ συμφέρον σκοπεῖ οὐδ᾽ ἐπιτάττει, ἀλλὰ τὸ τῷ ἀρχομένῳ καὶ ᾧ ἂν αὐτὸς δημιουργῇ, καὶ πρὸς ἐκεῖνο βλέπων καὶ τὸ ἐκείνῳ συμφέρον καὶ πρέπον, καὶ λέγει ἃ λέγει καὶ ποιεῖ ἃ ποιεῖ ἅπαντα.

Hinweise

Übersetzung

übs



  1. Θρ. Ἆρ’οἴει, ὦ εὐηθέστατε Σώκρατες, τοὺς ποιμένας ἢ τοὺς βουκόλους τὸ τῶν προβάτων ἀγαθὸν σκοπεῖν καὶ παχύνειν αὐτὰ πρὸς ἄλλο τι βλέποντας ἢ τὸ αὑτῶν ἀγαθὸν, καὶ ἡγῇ τοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας, οἳ ὡς ἀληθῶς ἄρχουσιν, ἄλλο τι σκοπεῖν αὐτοὺς διὰ νυκτὸς καὶ ἡμέρας ἢ τοῦτο, ὅθεν αὐτοὶ ὠφελήσονται.

Hinweise

Übersetzung

übs



  1. Καὶ οὕτω πόρρω εἶ περί τοῦ δικαίου, ὥστε ἀγνοεῖς ὅτι ἡ μὲν δικαιοσύνη καὶ τὸ δίκαιον τοῦ κρείττονός τε καὶ ἄρχοντος συμφέρον, οἱ δ᾽ ἀρχόμενοι ποιοῦσιν τὸ ἐκείνου συμφέρον κρείττονος ὄντος, καὶ εὐδαίμονα ἐκεῖνον μὲν ποιοῦσιν ὑπηρετοῦντες αὐτῷ, ἑαυτοὺς δὲ οὐδαμῶς.

Hinweise

Übersetzung

übs