|
||||||||||||||||||||||||
Sophokles, AntigoneProlog
|
||||||||||||||||||||||||
| ||||||||||||||||||||||||
Text nach Pearson
Kommentar / Übersetzung
5 10 Αντιγονη Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρ᾽ οἶσθ᾽ ὅ τι Ζεὺς τῶν ἀπ᾽ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; οὐδὲν γὰρ οὔτ᾽ ἀλγεινὸν οὔτ᾽ ἄτης ἄτερ οὔτ᾽ αἰσχρὸν οὔτ᾽ ἄτιμόν ἐσθ᾽, ὁποῖον οὐ τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ᾽ ἐγὼ κακῶν. καὶ νῦν τί τοῦτ᾽ αὖ φασι πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;
[Übersetzung]
1 αὐτάδελφος, -ον leiblich verschwistert — τὸ κάρα (nur Nom. u. Akk.) Haupt — 2 οἶσθ᾽ = οἶσθα → Konjug. → Stf — 3 νῷν ζώσαιν Dual für ἡμῖν ζωσάσαις — τελέω beenden, bezahlen; erfüllen — 4 ἄτης ἄτερ Anastrophe; stelle: ἄτερ ἄτης; ἄτερ (Präp. + Gen.): ohne, außer — 6 κἀμῶν = καὶ ἡμῶν — ὄπωπ᾽ = ὄπωπα → Stf — 7 πάνδημος öffentlich — 8 κήρυγμα Verkündigung, Gebot — θεῖναι → Konjug. → Stf — ἀρτίως = ἄρτι: soeben, vor kurzem — 9 κεἰσήκουσας = καὶ εἰσήκουσας; εἰσακούω: auf etw. hören → Stf — 10 στείχοντα von στείχω: gehen, schreiten → Bedeutungsfeld schlimm, übel in VV. 1–10 → Stilistische Beobachtungen 15 Ισμηνη ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων οὔθ᾽ ἡδὺς οὔτ᾽ ἀλγεινὸς ἵκετ᾽ ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί· ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ᾽ ὑπέρτερον, οὔτ᾽ εὐτυχοῦσα μᾶλλον οὔτ᾽ ἀτωμένη.
[Übersetzung]
12 ἐξ ὅτου seitdem — 13 δυοῖν ἀδελφοῖν Dualform für Gen. u. Dat., hier Gen.: δυοῖν ἀδελφῶν — ἐστερήθημεν v. στερέω + Gen.: berauben → Stf — 14 θανόντοιν Dualform für θανόντων — διπλοῦς, -ῆ, -οῦν zweifach, doppelt — χερί = χειρί — 15 φροῦδός ἐστιν er/sie/es ist aus dem Weg, ist weg — 16 ὑπέρτερος, -ον höher, besser — 17 ἀτωμένη v. ἀτάομαι: Schaden leiden, unglücklich sein Αν. ᾔδη καλῶς, καί σ᾽ ἐκτὸς αὐλείων πυλῶν τοῦδ᾽ οὕνεκ᾽ ἐξέπεμπον, ὡς μόνη κλύοις.
[Übersetzung]
18 αὐλεῖος zum Vorzimmer gehörig, Hof-... — 19 οὗνεκα 1. = ἕνεκα + Gen.: wegen; 2. = οὗ ἕνεκα: weswegen — ἐκπέμπω πέμπω hier i. d. Bedeutung kommen lassen — μόνη allein, hier: ohne Zeugen — κλύω hören, vernehmen 20 Ισ. τί δ᾽ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ᾽ ἔπος.
[Übersetzung]
20 καλχαίνω in bewegter Gemütsstimmung sein. Der zweite Halbvers wörtl.: du offenbarst in erregter Stimmung ein gewisses Wort 25 30 35 Αν. οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων τὸν μὲν προτίσας, τὸν δ᾽ ἀτιμάσας ἔχει; Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκῃ †χρησθεὶς δικαίᾳ† καὶ νόμῳ, κατὰ χθονὸς ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς· τὸν δ᾽ ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, ἐᾶν δ᾽ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ᾽ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ᾽ ἄγειν οὐχ ὡς παρ᾽ οὐδέν, ἀλλ᾽ ὃς ἂν τούτων τι δρᾷ, φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα εἴτ᾽ εὐγενὴς πέφυκας εἴτ᾽ ἐσθλῶν κακή.
[Übersetzung]
21 νῷν vgl. zu v. 3 — τὼ κασιγνήτω Dualform für τοὺς κασιγνήτους; ὁ κασίγνητος, ου Bruder — 22 τὸν μὲν προτίσας, τὸν δ' ἀτιμάσας ἔχει er hält den einen für würdig, den anderen nicht — 24 χρησθεὶς → Stf; χρήομαι verbinde mit δικαίᾳ καὶ νόμῳ — κατὰ χθονὸς unter der Erde; κατά + Gen. unter; ἡ χθών, χθονός Erde, Erdboden — 25 ἔνερθε(ν) unten, in der Unterwelt — ἔντιμος in Ehren, geehrt, geschätzt — 26 θανόντα → Stf — ὁ νέκυς, -υος Leichnam — 26 ἐκ-κηρύττω durch den Herold laut ausrufen lassen — 28 κωκύω wehklagen, beweinen — 29 ἄκλαυτον leite her von κλαίω → Stf — ἄ-ταφον (zu τάφος) unbestattet — οἰωνός, -οῦ Raubvogel — 30 εἰσορῶσι gebildet aus εἰς und ὁράω; hier: Partizip zu οἰωνοῖς — πρὸς χάριν + Gen. um ... willen— ἡ βορά, -ᾶς Fraß — 32 κἀμοί = καὶ ἐμοί— κἀμέ = καὶ ἐμέ — κηρύξαντ᾽ → Stf— 33 νεῖσθαι νέομαι gehen, kommen — εἰδόσιν → Konjug. — 34 προκηρύττω öffentlich durch den Herold ausrufen — 34f ἄγειν οὐχ ὡς παρ᾽ οὐδέν (die Sache) als besonders wichtig nehmen — 35 δρᾷ → Konjug. — 36 προτίθημι festsetzen, bestimmen → Stf — δημόλευστος φόνος Steinigungstod — δείξεις → Stf — 37 τάχα wohl, wahrscheinlich — 38 εἴτε … εἴτε sei es dass … oder dass; in der indir. Frage: ob … oder ob — εὐγενής edel, vornehm— πέφυκα → Stf 40 Ισ. τί δ᾽, ὦ ταλαῖφρον, εἰ τάδ᾽ ἐν τούτοις, ἐγὼ λύουσ᾽ ἂν εἴθ’ ἅπτουσα προσθείμην πλέον;
[Übersetzung]
39 ταλαίφρον (Vok.): du Arme! — εἰ τάδ᾽ ἐν τούτοις wenn es so steht — 40 ἅπτω heften, anknüpfen; ἅπτουσα steht im Gegensatz zu λύουσ᾽(α) — προσθείμην hier: dazu tun → Stf v. τίθεμαι Αν. εἰ ξυμπονήσεις καὶ ξυνεργάσῃ σκόπει.
[Übersetzung]
41 ξυμπονήσεις v. συμπονέω die Mühe mittragen (ξυμ- = συμ-) Ισ. ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτ᾽ εἶ;
[Übersetzung]
42 τὸ κινδύνευμα kühnes Unternehmen — ποῦ γνώμης ποτ᾽ εἶ; etwa: Wo denkst du hin? Αν. εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
[Übersetzung]
43 κουφιεῖς von κουφίζω: erleichtern, emporheben — χερί = χειρί Ισ. ἢ γὰρ νοεῖς θάπτειν σφ᾽, ἀπόρρητον πόλει;
[Übersetzung]
44 ἀπόρρητος verboten, untersagt 45 Αν. τὸν γοῦν ἐμὸν καὶ τὸν σόν ἢν σὺ μὴ θέλῃς, ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσ᾽ ἁλώσομαι. Ισ. ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
[Übersetzung]
47 σχέτλιος, -α, -ον schrecklich, entsetzlich, unglücklich — ἀντειρηκότος → Stf; widersprechen, verbieten — Κρέοντος ἀντειρηκότος Gen. abs.! Αν. ἀλλ᾽ οὐδὲν αὐτῷ τῶν ἐμῶν <μ᾽> εἴργειν μέτα.
[Übersetzung]
48 μέτα = ἔξεστιν; ordne: οὐδὲν αὐτῷ ἔξεστί με εἴργειν τῶν ἐμῶν 50 55 60 65 Ισ. οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ ὡς νῷν ἀπεχθὴς δυσκλεής τ᾽ ἀπώλετο, πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί· ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· τρίτον δ᾽ ἀδελφὼ δύο μίαν καθ᾽ ἡμέραν αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον κοινὸν κατειργάσαντ᾽ ἐπ’ ἀλλήλοιν χεροῖν. νῦν δ᾽ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει ὅσῳ κάκιστ᾽ ὀλούμεθ᾽, εἰ νόμου βίᾳ ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. ἀλλ᾽ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ᾽ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα· ἔπειτα δ᾽ οὕνεκ᾽ ἀρχόμεσθ᾽ ἐκ κρεισσόνων καὶ ταῦτ᾽ ἀκούειν κἄτι τῶνδ᾽ ἀλγίονα. ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσομαι. τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
[Übersetzung]
49 οἴμοι weh mir —φρόνησον Aor. v. φρονέω; zur Form → Konjug. — 50 νῷν (Dual) hier Dativ: ἡμῖν — ἀπ-εχθής, ές verhasst — δυσκλεής, ές ruhmlos — ἀπώλετο → Stf — 51 αὐτόφωρος (der in flagranti ertappte Dieb): selbstentdeckt — τὸ ἀμπλάκημα Fehler, Vergehen — διπλοῦς, -ῆ, -οῦν doppelt — 52 ὄψεις (= ὀφθαλμούς) ἀράσσειν sich die Augen ausstechen — αὐτουργός Adj., gebildet aus αὐτός und. ἔργον eigen(tätig) — 53 διπλοῦν s. zu V. 51 — 54 πλεκτὴ ἀρτάνη geflochtene Schlinge — λωβάομαι schimpflich enden — 55 ἀδελφώ (Dual): ἀδελφοί — μίαν καθ᾽ ἡμέραν = μίᾳ ἡμέρᾳ — 56 αὐτοκτονοῦντε (Dual): αὐτοκτονοῦντες — τὼ ταλαιπώρω (Dual): οἱ ταλαίποροι— ὁ μόρος Schicksal, Geschick — 57 κατειργάσαντ᾽ (Dual): κατεργάσαντες → Stf — ἐπαλλήλοιν χεροῖν (mit wechselnden Händen), wechselseitig — 58 μόνα δὴ νὼ λελειμμένα (Dual): μόναι δὴ ἡμεῖς λελειμμέναι → Stf — 59 κάκιστ᾽ = κάκιστα: beim Superlativ ist Nom. Pl. Neutr. zugleich Adverb — ὀλούμεθ᾽ = ὀλούμεθα → Stf — νόμου βίᾳ dem Gesetz zum Trotz — 60 ψῆφον παρεξιέναι den Beschluss übertreten → Konjug. von ἰέναι — 61–62 γυναῖχ᾽ ὅτι ἔφυμεν ordne so: ὅτι γυναῖκες ἔφυμεν — 62 μαχουμένα (Dual): μαχουμέναι — 63 οὕνεκ’ s. zu V. 19— ἀρχόμεσθα = ἀρχόμεθα— κρεισσόνων = κρειττόνων — 64 καὶ ταῦτ᾽ ἀκούειν als konsekutiver Infinitiv von ἀρχόμεσθα abhängig; übersetze so: ὥστε ἀκούειν ταῦτα— κἄτι = καὶ ἔτι— ἀλγίων Komparativ zu ἀλγεινός schmerzhaft, kränkend; dazu als Gen. comp.: τῶνδε — 66 ἡ ξύγγνοια = ἡ συγγώμη — ἴσχειν = ἔχειν; ξύγγνοιαν ἴσχειν = συγγιγνώσκειν — βιάζομαι hier Passiv! — 67 τοῖς ἐν τέλει βεβῶσι denen, die in Amt und Würden stehen — πείσομαι → Stf — 68 περισσὰ = περιττός überflüssig; das was zuviel ist, was über das Maß hinausgeht — πράσσειν = πράττειν Vergleich Antigone (VV 21–38) und Ismene 70 75 Αν. οὔτ᾽ ἂν κελεύσαιμ᾽ οὔτ᾽ ἄν, εἰ θέλοις ἔτι πράσσειν, ἐμοῦ γ᾽ ἂν ἡδέως δρῴης μέτα. ἀλλ᾽ ἴσθ᾽ ὁποῖά σοι δοκεῖ, κεῖνον δ᾽ ἐγὼ θάψω. καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. φίλη μετ᾽ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασ᾽· ἐπεὶ πλείων χρόνος ὃν δεῖ μ᾽ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ᾽, εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμ᾽ ἀτιμάσασ᾽ ἔχε.
[Übersetzung]
69 κελεύσαιμ᾽ hier: zureden, bitten — 70 πράσσειν s. zu V. 68 — ἐμοῦ γ᾽ ἂν ἡδέως mir zur Freude — δρῴης für die Form → Konjug. — μέτα s. zu V. 48 — 71 ἴσθ᾽ = ἴσθι; zur Form → Konjug. — κεῖνον = ἐκεῖνον — 72 καλόν erg.: ἔσται und ordne so: καλόν μοι τοῦτο ποιούσῃ ἔσται θανεῖν (Part. ποιούσῃ bezieht sich auf μοι, der Inf. θανεῖν hängt von καλὸν ἔσται ab) — 73 φίλη hier: lieb, Liebende, Geliebte — κείσομαι → Stf — φίλου μέτα μέτα ist Postposition, daher auch die Tonverschiebung auf die erste Silbe; normalerweise: μετὰ φίλου — 74 πανουργήσασ᾽ v. παν-ουργέω alles (Schlimme) begehen; ὅσια und παnουργεῖν passen nicht zusammen: Oxymoron. Wie ist das im Deutschen gut wiederzugeben? — 75 τοῖς κάτω τῶν ἐνθάδε οἱ κάτω: die Unterwelt, die Unteren; οἱ ἐνθάδε: die hier oben; τῶν: Gen. comparat. — 77 ἔντιμ’ = ἔντιμα; zu ἔντιμος s. Komm. zu V. 25 — ἀτιμάσασ᾽ ἔχε = ἀτίμαζε (Imp.!) Ισ. ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
[Übersetzung]
78 ἄτιμος hier: ehrlos, ungeehrt, schimpflich; das ἄτιμος nimmt hier den Ausdruck ἀτιμάσασ᾽ ἔχε (aus V. 77) wieder auf und bidet das Gegenteil zu dem dortigen ἔντιμα. 80 Αν. σὺ μὲν τάδ᾽ ἂν προὔχοι᾽· ἐγὼ δὲ δὴ τάφον χώσουσ᾽ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
[Übersetzung]
80 προὔχοι᾽ = προὔχοιο (προ-έχοιο) vorhalten, vorschützen, zum Vorwand nehmen — χώσουσ᾽ = χώσουσα v. χώννῡμι: schütten, aufschütten — πορεύομαι hier: weitermachen Ισ. οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.
[Übersetzung]
82 τάλᾱς, τάλαινα, τάλαν duldend, leidend, bes. duldsam, viel zu ertragen fähig — ὑπερδέδοικά σου = δέδοικα ὑπέρ σου; → Stf Αν. μὴ ’μοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.
[Übersetzung]
83 προτάρβει vorher fürchten — ἐξόρθου = verstärktes ὄρθου v. ὀρθόω aufrichten, gerade machen — ὁ πότμος Schicksal 85 Ισ. ἀλλ᾽ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ᾽ αὔτως ἐγώ.
[Übersetzung]
84 προμηνύσῃς v. προ-μηνύω: vorher anzeigen — 85 τοὔργον = τὸ ἔργον — κρυφῇ (Adv.) heimlich — κεῦθε v. κεύθω: verbergen — σύν (Adv.) zugleich, zusammen — αὔτως ebenso Αν. οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσῃ σιγῶσ᾽, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. Ισ. θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
[Übersetzung]
88 ψυχροῖσι v. ψυχρός: kalt Αν. ἀλλ᾽ οἶδ᾽ ἀρέσκουσ᾽ οἷς μάλισθ᾽ ἁδεῖν με χρή.
[Übersetzung]
89 οἶδ᾽ = οἶδα — ἀρέσκουσ᾽ = ἀρέσκουσα — μάλισθ᾽ = μάλιστα — ἁδεῖν (ἁδέω) gefallen 90 Ισ. εἰ καὶ δυνήσῃ γ᾽· ἀλλ᾽ ἀμηχάνων ἐρᾷς.
[Übersetzung]
90 δυνήσει = δυνήσῃ → Stf — ἀμηχάνων ἀ-μήχάνος: unmöglich (vgl. ἡ μηχανή bzw. μηχανάομαι) Αν. οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
[Übersetzung]
91 σθένω Kraft haben, stark sein — πεπαύσομαι sog. Perfektfutur v. παύομαι, wörtl.: ich werde aufgehört haben Ισ. ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
[Übersetzung]
92 ἀρχήν (adv. Akk. wie τέλος = schließlich) von Anfang an, oder grundsätzlicher: vom Prinzip her — θηρᾶν (θηράω) jagen — τἀμήχανα = τὰ ἀ-μήχανα (s. zu V. 90) 95 Αν. εἰ ταῦτα λέξεις, ἐχθαρῇ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσῃ δίκῃ. ἀλλ᾽ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν. |
||||||||||||||||||||||||
| ||||||||||||||||||||||||
|