Καιρός 80

Ölboom in Athen

Einen nicht zu unterschätzenden Teil seiner wirtschaftlichen Macht verdankte Athen dem Ölbaum. Welch große Bedeutung dieser für die Stadt hatte, zeigt sich schon in deren Gründungsmythos:



3


6


9


12
Αἱ Ἀθῆναι πρῶτον Κεκροπία ἐκαλοῦντο, ἐπεὶ Κέκροψ, ὁ τῆς Γῆς υἱός, τὴν Ἀκρόπολιν (!) ἔκτισεν καὶ νόμους συνέγραψεν (!). Τότε δὲ Ζεὺς ἐνεθυμήθη, πῶς μάλιστα ὠφελοίη τοὺς ἐκεῖ οἰκοῦντας. Ὑπέσχετο οὖν τὴν χώραν ἔσεσθαι τούτου τοῦ θεοῦ, ὃς ἔλθοι δῶρον τιμιώτατον1 φέρων. Αὐτίκα δὲ ὡρμήθησαν ὁ Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ. Ὁ μὲν κρήνην ἐποίησε τριαίνᾳ2 σχίσας3 πέτραν, ἡ δὲ ἐλαίαν4 ἔφυσε ποδὶ τύψασα τὴν γῆν. Οἱ δ’ ἀμφὶ τὸν Κέκροπα διενοήθησαν περὶ τούτων τῶν δώρων θαυμάζοντες τὴν ἐλαίαν4 τῶν ὠφελίμων καρπῶν. Προείλοντο οὖν τὸ ἔλαιον (!) ἀντὶ τοῦ ὕδατος καὶ ἐκήρυξαν τὴν τῆς θεᾶς νίκην. Ὁ μὲν Ποσειδῶν ἔλιπε τὴν χώραν μάλ’ ἀχθεσθείς, ἡ δὲ πόλις ἔλαβε τὸ τῆς Ἀθηνᾶς ὄνομα. Ἐκ τούτου δὲ οἱ Ἀθηναῖοι ἔφασκον οὐ μόνον αὐτόνομοι (!) εἶναι, ἀλλὰ καὶ αὐτάρκεις τῆς Ἀθηνᾶς ἀεὶ βοηθούσης.
_______________________________
1) τίμιος, -α, -ον: wertvoll
2) ἡ τρίαινα, -ας: der Dreizack
3) σχίζω: ich spalte
4) ἡ ἑλαία, -ας: der Ölbaum, Olivenbaum