Καιρός 74

Die Liebe – eine „bittersüße“ Leidenschaft

Die bekannteste Dichterin der griechischen Antike war Sappho (Σαπφώ, -οῦς) von der Insel Lesbos (vgl. V 45). Platon bezeichnete sie sogar als die zehnte Muse.



3


6


9


12
Ὅσοι τὰς τῆς Σαπφοῦς ᾠδὰς ἀνέγνωσαν, τὴν ποιήτριαν (!) μάλα ἐπῄνεσαν. Πολλάκις καὶ αὐτὴ ὑπ’ ἔρωτος ἁλοῦσα τὴν τούτου τοῦ θεοῦ δύναμιν σαφῶς ἔγνω. Καὶ δὴ καὶ ἔνιοι οἴονται τὴν Σαπφὼ τοῦ ἐρᾶν ἕνεκα βιῶναι. Ὥστε ἡ Σαπφὼ τὸν Ἔρωτα „γλυκύ-πικρον“ (!) ἐκάλεσεν ἅτε γνοῦσα αὐτὸν καὶ εὐδαιμονίαν καὶ λύπην μεγίστην παρέχοντα. Ἐν μέλει τινὶ νεανίαν ἴσον τοῖς θεοῖς εἶναι εἶπεν, ὅτι ἐκεῖνος ἀντὶ τῆς παρθένου τῆς ὑπὸ Σαπφοῦς ἐρωμένης κάθηται.
Ἐν τῇ λαμπροτάτῃ ᾠδῇ ἡ ποιήτρια (!) τὴν ἑαυτῆς λύπην ᾖσεν· „Τῆς σελήνης ἤδη δύσης ἐγὼ μόνη καθεύδω“. Τὸν γὰρ ἔρωτος καιρὸν μέσῃ τῇ νυκτὶ παρελθεῖν ἐνόμισεν.
Πρώτη πάντων τῶν ποιητῶν ἡ Σαπφὼ τὸ τῶν φύντων κάλλος ὕμνησεν· ἐνεκωμίασεν γάρ, ἅτινα ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ ἔφυ. Καὶ ὑμᾶς εὐφραίνοι ἂν τὸ τῆς Σαπφοῦς μέλη ἀναγνῶναι.