Καιρός 72

Der Tod des Empedokles

Der Naturphilosoph Empedokles zog als „Guru“ und Wunderheiler durch die Lande. Einmal heilte er eine von den Ärzten schon aufgegebene Frau und traf sich danach an Fuße des Ätna mit achtzig Freunden, darunter sein Lieblingsjänger Pausanias, zu Oper und Mahl, nach dem sich alle uner Bäumen zum Schlafen niederlegten …



3


6


9


12
Ἡμέρας γενομένης Ἐμπεδοκλῆς ἠφάνιστο. Εἷς δὲ τῶν οἰκετῶν διηγήσατο· «Νυκτὸς ἤκουσα φωνῆς οὐ πολὺ ἀπεχούσης, ἣ ἐκάλεσεν Ἐμπεδοκλέα· ὀλίγον ἐπισχὼν εἶδον φῶς οὐράνιον1, πρὸς ὃ βλέψας οὐκ ἠνεσχόμην· φόβος τοῦ σήματός με κατέσχεν.» Οἱ οὖν οἰκέται ἤροντο, εἰ τὸν φιλόσοφον ζητήσαιεν. Ἀλλὰ Παυσανίας αὐτοὺς ἐπέσχε μὴ τοῦτο ποιῆσαι λέγων· «Τοῦ ἐξετάσαι ἀποσχέσθαι πρέπει· Ἐμπεδοκλῆς γὰρ γέγονε θεός.»
Ἄλλοι φάσκουσι τάδε· Ἐμπεδοκλῆς τῆς θυσίας (!) μετασχὼν ἐπὶ τὸν Αἴτνης κρατῆρα παραγενόμενος ἐν-ήλατο2 καὶ ἠφανίσθη, ἵνα σποῖτο αὐτῷ ἡ δόξα τοῦ θεὸν γεγονέναι. Ὕστερον μέντοι μία τῶν κρηπίδων3 αὐτοῦ ἐκ τοῦ κρατῆρος ἐξερρίφη (!)· χαλκαῖς4 γὰρ κρηπῖσιν εἰώθει χρήσασθαι.
Τούτοις δ’ ἐναντιοῦνταί τινες λέγοντες Ἐμπεδοκλέα ἀποδημῆσαι εἰς Πελοπόννησον καὶ οὐκ ἐπανελθεῖν. Διὸ ἄ-δηλόν (!) ἐστιν, πότερον ἐν τῷ Αἴτνης κρατῆρι ἢ ἐν Πελοποννήσῳ ἐτελεύτησεν ὁ φιλόσοφος.
_______________________________
1) οὐράνιος, -α, -ον: Adj. zu οὐρανός
2) ἐν-άλλομαι: ich springe hinein
3) ἡ κηπίς, -ίδος: der Stiefel
4) χαλκοῦς (< χάλκεος), -ῆ, -οῦν: bronzen, kupfern