Καιρός 70

Der Tyrann und der Philosoph

Nach dem Tod des Sokrates (399 v. Chr.) hielt sich Platon über zehn Jahre in Unteritalien und Sizilien auf. Er gewann den jungen Dion als begabten Schüler und glühenden Bewunderer. Dessen Schwager Dionysios I., den Tyrannen von Syrakus, traf er im Jahre 388 v. Chr.



3


6


9


12
Ἔν τινι συμποσίῳ πολλὰ περὶ ἀρετῆς ἐρρήθη. Διονύσιος μὲν ἤρετο, τίς εἴη ἀνδρεῖος, Πλάτων δὲ πρὸς τὸ ἐρωτηθὲν οὕτως ἀπεκρίνατο· «Πάντες μᾶλλόν μοι δοκοῦσιν ἀδρεῖοι εἶναι ἢ οἱ τύραννοι.»
Εἶτα δὲ περὶ δικαιοσύνης διελθὼν ὁ φιλόσοφος ἐδίδαξεν· «Μακάριος μὲν ὁ τῶν δικαίων βίος, ἄθλιος δὲ ὁ τῶν ἀδίκων.»
Τέλος δὲ Διονύσιος χαλεπήνας ἠρώτησε Πλάτονα, τί βουλόμενος εἰς Σικελίαν ἔλθοι. Τοῦ δὲ εἴποντος ἀγαθὸν ἄνδρα ζητεῖν, ὁ τύραννος· «Ἀλλὰ φανερὸς εἶ» ἔφη «τοιοῦτον οὔπω εὑρών.»
Πλάτων οὖν τὴν τοῦ τυράννου ὀργὴν φοβούμενος καὶ ἀπορῶν, ποῖ τράποιτο, Δίωνος συμβουλεύοντος εἰς τὸν λιμένα ἔδραμεν. Ἐκεῖθεν1 ἀποπλεῦσαι (!) ἐβούλετο ἐπὶ τῆς νεώς, ἣ πρεσβευτήν τινα Λακεδαιμονίων εἰς τὴν Ἑλλάδα κομιεῖν ἔμελλεν. Διονύσιος μέντοι τὸν Σπαρτιάτην ἔπειθεν ἀποκτεῖναι τὸν φιλόσοφον κατὰ πλοῦν, εἰ δὲ μή, πάντως εἰς δουλείαν ὰγαγεῖν.
_______________________________
1) ἐκεῖ-θεν: von dort