Καιρός 65

Die Schrift – Gedächtnisstärkung oder bloße Erinnerungsstütze?


Platon erzählt in einem Mythos von der Einführung der ägyptischen Schrift, einer Erfindung des Gottes Theuth.



3


6


9


12
Ὁ Θεὺθ ἄξιός ἔστι θαυμάσαι· δεινὸς γὰρ ἦν καινὰ εὑρεῖν οἷον ἀριθμὸν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν καὶ δὴ καὶ γράμματα.
Ταύτας οὖν τὰς τέχνας ἑξῆς τῷ βασιλεῖ ἔφραζεν. Ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν, „Καὶ τοῦτο τὸ μάθημα“ ἔφη „ὑμῖν ἐπιτρέψω χρῆσθαι αὐτῷ· ἱκανὸν γάρ ἐστι τοὺς Αἰγυπτίους σοφωτέρους ποιήσειν καὶ μνημονικοτέρους1· μνήμης γάρ, ὡς ἔπος εἰπεῖν, φάρμακόν ἐστιν.“
Ὁ δὲ βασιλεύς· „Ἄλλος μὲν δυνατός ἐστι τίκτειν τέχνην, ἄλλος δὲ κρίνειν, τίνα ὠφελίαν ἢ βλάβην ἔχει. Νῦν σὺ γραμμάτων ὢν πατὴρ τοὐναντίον τοῦ ἀληθοῦς εἶπες· ἔγωγε ἀρνοῦμαι μὴ τὰ γράμματα συμφέρειν τοῖς ἀνθρώποις· ἐν γὰρ τῶν μαθόντων ψυχαῖς λἠθην2 παρέχει ἀμελετησίᾳ3 μνήμης. Οὔκουν μνήμης φάρμακον, ἀλλὰ βοήθειαν πρὸς ὑπόμνησιν4 ηὗρες.“
_______________________________
1) μνημονικός, -ή, -όν: ein gutes Gedächtnis besitzend, gedächtnisstark
2) ἡ λήθη, -ης: das Vergessen, die Vergesslichkeit
3) ἡ ἀμελετησία, -ας: die Vernachlässigung, mangelnde Übung
4) ἡ ὑπόμνησις, -εως: die Erinnerung