Καιρός 62

Zweifache Eroberung

Trotz Neuschnees will Alexander zu Beginn des Frühlings 327 v. Chr. In der Sogdiane (dem heutigen Tadschikistan) eine Festung auf einem rings steil abfallenden Felsen erobern, wohin sich viele, darunter auch die Familie seines erbitterten Gegners Oxyartes, geflüchtet haben – ein Fall für die Spezialeinheit der etwa 300 makedonischen „Gebirgsjäger“.



3


6


9
Ἀρριανὸς ὁ ἱστορικὸς (!) διηγεῖται·
„Οἱ τριακόσιοι Μακεδόνες δεινότατα τολμῶντες τὴν πέτραν καταλαβεῖν πειρῶνται. Τελευτᾷ δὲ ἡ μάχη ὧδε· οἱ βάρβαροι ἡττώμενοι ἐπιτρέπουσιν ἑαυτοὺς τοῖς νικῷσιν. Ἔνθα δὴ λαμβάνονται καὶ ἡ γυνὴ ἡ Ὀξυάρτου καὶ οἱ παῖδες. Καὶ ἦν Ὀξυάρτῃ παῖς παρθένος ἐν ὥρα γάμου, Ῥωξάνη ὄνομα, ἣν καλλίστην τῶν Ἀσιανῶν γυναικῶν ἔλεγον οἱ σὺν Ἀλεξάνδρῳ στρατεύσαντες – μετά γε τὴν Δαρείου γυναῖκα. Ὡς τάχιστα τὴν Ῥωξάνην ὁρᾷ Ἀλέξανδρος, ἐρᾷ ἄρα αὐτῆς· ἐρῶν δὲ ἀπέχεται ὕβρεως καὶ τιμᾷ τὴν παῖδα καὶ δὴ καὶ γαμεῖ αὐτὴν καίπερ αἰχμάλωτον1 οὖσαν. Τοῦτο δὲ τὸ ἔργον οὐδεὶς ἂν ἐπιτιμῴη τῷ βασιλεῖ.“
Κατὰ δὲ Πλούταρχον εἰς ἔρωτα ἐνέπεσεν Ἀλέξανδρος παρὰ συμπόσιον θεώμενος Ῥωξάνην ἔν τινι χορῷ.
_______________________________
1) αἰχμ-άλωτος, -ον: kriegsgefangen