Καιρός 59

Ein komischer Kauz

Die Wiege der europäischen Philosophie stand in Ionien. Eine ganz besondere Rolle spielte dabei Thales von Milet, den du bisher in der Schule eher als Mathematiker kennen gelernt hast.



3


6


9
Θαλῆς ὁ Μιλήσιος πρῶτος ἐφιλοσόφει. Ἐζήτει δὴ τὰ τῆς φύσεως. Μάλιστα δ’ ἐβούλετο εὑρεῖν, τί ἐστιν ἀρχὴ τῶν ὄντων. Καὶ ἐδόκει αὐτῷ σκοποῦντι ταύτην εἶναι τὸ ὕδωρ. Εἶτα καὶ δυνατὸς ἐγένετο προειπεῖν (!) ἔκ-λειψίν1 τινα τοῦ ἡλίου. Καὶ ἔφασκεν τὸν λίθον2 ψυχὴν ἔχειν, ὅτι σίδηρον κινεῖ.
Ἀλλὰ καίπερ εὐδοκιμῶν διὰ τὴν ἐπιστήμην γέλωτα παρεῖχεν3 τοῖς τότε· λέγεται γὰρ πεσεῖν εἰς φρέαρ4 τι θεωρῶν τὰ μετέωρα. Ἔνιοι καὶ ἐπεκάλουν αὐτῷ λέγοντες· „Διὰ τί οὐχ ὁμιλεῖς ἀνθρώποις, ἀλλὰ διάγεις μόνος ὤν; Διὰ τί ἀμελεῖς καὶ ἡμῶν, τῶν συμ-πολιτευομένων (!); Διὰ τί οὐ ἐθέλεις γαμεῖν γυναῖκα; Ἆρ’ οὐ νοεῖς, ὅτι σε ἂν καλοῖμεν ἄνδρα καταγέλαστον, εἰ μὴ παύσαιο ἄτοπα ποιῶν;“
Ἀκούομεν δὲ τὸν Θαλῆν οὐ φροντίσαντα τῶν τοιούτων λόγων.
_______________________________
1) ἔκ-λειψις, -εως: die Finsternis
2) ὁ λίθος, -ου hier: der Magnet(stein)
3) γέλωτα παρέχω: ich gebe Anlass zu Gelächter
4) τὸ φρέαρ, -ατος: der Brunnen