Ὁ μὲν Αἴας ἔφασκεν, ὅτι πρέποι ἐπικρίνειν
(!) τὰ ὅπλα αὐτῷ κρατίστῳ ὄντι. Ὅμως δὲ ὁ Ὀδυσσεὺς ἐδέξατο τὸ γέρας
1 πείσας τοὺς δικαστάς. Πολυμήχανος (!) γὰρ ὢν κατὰ φρένα καὶ φιλότιμος ἔσφαλλε φίλους τε καὶ ἐναντίους, εἰ ὀρέγοιτο κέρδους τινός.
Τότε δὲ ὁ Αἴας εἵλκυσε ξίφος ὀξύ, ἵνα κατεργάσαιτο αὐτόν, ἀλλ’ ἐνέπεσεν εἰς ἄτην πληγεὶς ὑπὸ τῆς Ἀθηνᾶς. Μαινόμενος οὖν ἐδίωξεν πρόβατά τινα καὶ ἐφόνευσε πάντα οἰόμενος αὐτὰ τοὺς τῶν Ἀχαιῶν ἀρίστους εἶναι. Ὀψὲ
2 δ’ ἀνέλαβε αὑτόν
3, καὶ ὡς ᾔσθετο καταγέλαστος γενόμενος, ἐβουλεύσατο ἀποκτείνειν αὑτόν.
Εἴ τις σπουδάζοι περὶ τῶν τοῦ Σοφοκλέους λόγων, μανθάνοι ἂν τούσδε, οἷς ὁ Αἴας ἠσπάσατο τὸν παῖδα·
„Ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
τὰ δ’ ἀλλ’ ὅμοιος· καὶ γένοι’ ἂν οὐ κακός.“