Καιρός 56

Ehekrach in Troja

Im zehnten Jahr der Belagerung Trojas traten nach langen, verlustreichen Kämpfen eindlich die beiden Rivalen um Helena, Menelaos und Paris, in direktem Zweikampf gegeneinander an. Den Sieg errang eindeutig Menelaos, Paris hätte nicht überlebt, wäre er nicht von Aphrodite gerettet und nach Troja gebracht worden. Dort muss er sich – schon wieder recht gut erholt – Helenas erwehren, die ihn mit Vorwürfen überschüttet.



3


6


9
ΕΛ· „Δαιμόνιε, καλὸς μὲν ἂν εἴης καὶ ἀνδρὶ ἐοικώς, ᾧ κλέος παρέχουσι οἱ ἀθάνατοι. Ἀλλ’ οὐκ ἔνεστι (!) σοι οὔτε δίκη οὔτε αἰδώς· οὐ γὰρ αἰσχύνῃ τοὺς Τρῶας σοῦ ἕνεκα πόνους μυρίους καὶ ἄλγη ἔχοντας. Ἐξέλθοις (!) οὖν εἰς τὸ πεδίον λαβὼν ἀσπίδα καὶ δόρυ, ἵνα μάχῃ αὖθις τῷ Μενελάῳ. Ἀλλὰ τοῦτό σοι θάνατος ἔσται· πολὺ γὰρ κρείττων ἐστὶ Μενέλαός σου χερσίν τε καὶ ὅπλοις. – Χαρίσαιντό μοι οἱ θεοί· ἀπαγάγοιεν καἰ πέμψειάν με εἰς οἶκον ἀνδρὸς ἀμείνονος.“
ΠΑ· „Μή μοι ὀνειδίσειας, ὦ γύναι. Νῦν μὲν ὁ Μενέλαος τῇ τῆς Ἀθηνᾶς βοηθείᾳ νίκην ἔχει, ἄλλοτε δὲ κομισθείη ἐκ τῆς μάχης ὑπ’ ἐμοῦ δαμείς1. – Ἀλλ’ εἴθε παύσαιο χαλεπαίνουσα· τερψώμεθα ἔρωτι τοῖς βρωτοῖς τοτὲ μὲν πικρῷ, τοτὲ δὲ γλυκεῖ.“
_______________________________
1) δαμείς, -εῖσα, -έν (Aor.): bezwungen, besiegt