|
|||
Sophokles, Antigone5. Epeisodion |
|||
| |||
Text nach Pearson
Kommentar / Übersetzung
988 990 995 Κρ. Τε. Κρ. Τε. Κρ. Τε. Κρ. ΤΕΙΡΕΣΙΑΣ
Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν δύ᾽ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. τί δ᾽ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον; ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ. οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός. τοιγὰρ δι᾽ ὀρθῆς τήνδ᾽ ἐναυκλήρεις πόλιν. ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης. τί δ᾽ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα. 1000 1005 1010 1015 1020 1025 1030 Τε. γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων. εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον ἵζων, ἵν᾽ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, ἀγνῶτ᾽ ἀκούω φθόγγον ὀρνίθων, κακῷ κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ. καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλ᾽ ἐπὶ σποδῷ μυδῶσα κηκὶς μηρίων ἐτήκετο κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς. τοιαῦτα παιδὸς τοῦδ᾽ ἐμάνθανον πάρα, φθίνοντ᾽ ἀσήμων ὀργίων μαντεύματα. ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δ᾽ ἐγώ. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς πλήρεις ὑπ᾽ οἰωνῶν τε καὶ κυνῶν βορᾶς τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου. κᾆτ᾽ οὐ δέχονται θυστάδας λιτὰς ἔτι θεοὶ παρ᾽ ἡμῶν οὐδὲ μηρίων φλόγα, οὐδ᾽ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος. ταῦτ᾽ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν· ἐπεὶ δ᾽ ἁμάρτῃ, κεῖνος οὐκέτ᾽ ἔστ᾽ ἀνὴρ ἄβουλος οὐδ᾽ ἄνολβος, ὅστις ἐς κακὸν πεσὼν ἀκῆται μηδ᾽ ἀκίνητος πέλῃ. αὐθαδία τοι σκαιότητ᾽ ὀφλισκάνει. ἀλλ᾽ εἶκε τῷ θανόντι μηδ᾽ ὀλωλότα κέντει· τίς ἀλκὴ τὸν θανόντ᾽ ἐπικτανεῖν; εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δ᾽ ἥδιστον εὖ λέγοντος, εἰ κέρδος φέρει.
[Übersetzung]
1035 1040 1045 Κρ. ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ τοξεύετ᾽ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς ἄπρακτος ὑμῖν εἰμι· τῶν δ᾽ ὑπαὶ γένους ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι. κερδαίνετ᾽, ἐμπολᾶτε τἀπὸ Σάρδεων ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν χρυσόν· τάφῳ δ᾽ ἐκεῖνον οὐχὶ κρύψετε, οὐδ᾽ εἰ θέλουσ᾽, οἱ Ζηνὸς αἰετοὶ βορὰν φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους, οὐδ᾽ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδ᾽ ὅτι θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει. πίπτουσι δ᾽, ὦ γεραιὲ Τειρεσία, βροτῶν χοἰ πολλὰ δεινοὶ πτώματ᾽ αἴσχρ᾽, ὅταν λόγους αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
[Übersetzung]
1050 1055 1060 Τε. Κρ. Τε. Κρ. Τε. Κρ. Τε. Κρ. Τε. Κρ. Τε. Κρ. Τε. Κρ. Τε. Κρ. φεῦ. ἆρ᾽ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται, τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις; ὅσῳ κράτιστον κτημάτων εὐβουλία; ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη. ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς. οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς. καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων. τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. τὸ δ᾽ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ. ἆρ᾽ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων; οἶδ᾽· ἐξ ἐμοῦ γὰρ τήνδ᾽ ἔχεις σώσας πόλιν. σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν. ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. κίνει, μόνον δὲ μὴ ’πὶ κέρδεσιν λέγων. οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος. ὡς μὴ ’μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
[Übersetzung]
1065 1070 1075 1080 1085 Τε. ἀλλ᾽ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν, ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει, ἀνθ᾽ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω ψυχήν τ᾽ ἀτίμως ἐν τάφῳ κατῴκισας, ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ᾽ αὖ θεῶν ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν. ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω θεοῖσιν, ἀλλ᾽ ἐκ σοῦ βιάζονται τάδε. τούτων σε λωβητῆρες ὑστεροφθόροι λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς. καὶ ταῦτ᾽ ἄθρησον εἰ κατηργυρωμένος λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα. ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, ὅσων σπαράγματ᾽ ἢ κύνες καθήγνισαν ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν. τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης ἀφῆκα θυμῷ, καρδίας τοξεύματα βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.
[Übersetzung]
1090 1095 1100 1105 1110 Χο. Κρ. Χο. Κρ. Χο. Κρ. Χο. Κρ. Χο. Κρ. ὦ παῖ, σὺ δ᾽ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ, καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν τὸν νοῦν τ᾽ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει. ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας· ἐπιστάμεσθα δ᾽, ἐξ ὅτου λευκὴν ἐγὼ τήνδ᾽ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, μή πώ ποτ᾽ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν. ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας. τό τ᾽ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα. εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν. τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δ᾽ ἐγώ. ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον. καὶ ταῦτ᾽ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν; ὅσον γ᾽, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι. οἴμοι· μόλις μέν, καρδίας δ᾽ ἐξίσταμαι τὸ δρᾶν· ἀνάγκῃ δ᾽ οὐχὶ δυσμαχητέον. δρᾶ νυν τάδ᾽ ἐλθὼν μηδ᾽ ἐπ᾽ ἄλλοισιν τρέπε. ὧδ᾽ ὡς ἔχω στείχοιμ᾽ ἄν· ἴτ᾽ ἴτ᾽ ὀπάονες, οἵ τ᾽ ὄντες οἵ τ᾽ ἀπόντες, ἀξίνας χεροῖν ὁρμᾶσθ᾽ ἑλόντες εἰς ἐπόψιον τόπον. ἐγὼ δ᾽, ἐπειδὴ δόξα τῇδ᾽ ἐπεστράφη, αὐτός τ᾽ ἔδησα καὶ παρὼν ἐκλύσομαι. δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.
[Übersetzung]
|
|||
| |||
|