Sophokles, Antigone 3. Epeisodion, VV. 631–780 19.11.16

Sophokles, Antigone

3. Epeisodion

 
Text nach Pearson
Kommentar / Übersetzung

631




635

Κρ.




τάχ᾽ εἰσόμεσθα μάντεων ὑπέρτερον.
ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων
τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ δρῶντες φίλοι;
ΑΙΜΩΝ
πάτερ, σός εἰμι· καὶ σύ μοι γνώμας ἔχων
χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ᾽ ἐφέψομαι.
ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος
μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
[Übersetzung]
Kr. txt
Haimon
txt




640




645




650

Κρ.

οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν,
γνώμης πατρῴας πάντ᾽ ὄπισθεν ἑστάναι.
τούτου γὰρ οὕνεκ᾽ ἄνδρες εὔχονται γονὰς
κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,
ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς,
καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
ὅστις δ᾽ ἀνωφέλητα φιτύει τέκνα,
τί τόνδ᾽ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους
φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;
μή νύν ποτ᾽, ὦ παῖ, τὰς φρένας γ’ ὑφ’ ἡδονῆς
γυναικὸς οὕνεκ’ ἐκβάλῃς, εἰδὼς ὅτι
ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ
γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;
ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες
τὴν παῖδ’ ἐν Αἴδου τήνδε νυμφεύειν τινί.
[Übersetzung]
Kr. txt



655




660


ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
ψευδῆ γ’ ἐμαυτὸν οὐ καταστήσω πόλει,
ἀλλὰ κτενῶ. πρὸς ταῦτ’ ἐφυμνείτω Δία
ξύναιμον· εἰ γὰρ δὴ τά γ’ ἐγγενῆ φύσει
ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους.
ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ’ ἀνὴρ
χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
[Übersetzung]
blah



668

670

663

665


672


675




680


καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ
καλῶς μὲν ἄρχειν, εὖ δ’ ἂν ἄρχεσθαι θέλειν,
δορός τ’ ἂν ἐν χειμῶνι προστεταγμένον
μένειν δίκαιον κἀγαθὸν παραστάτην.
ὅστις δ’ ὑπερβὰς ἢ νόμους βιάζεται,
ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
οὐκ ἔστ’ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.
ἀλλ’ ὃν πόλις στήσειε, τοῦδε χρὴ κλύειν
καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.
αὕτη πόλεις τ’ ὄλλυσιν, ἥδ’ ἀναστάτους
οἴκους τίθησιν, ἥδε τ’ ἐν μάχῃ δορὸς
τροπὰς καταρρήγνυσι· τῶν δ’ ὀρθουμένων
σῴζει τὰ πολλὰ σώμαθ’ ἡ πειθαρχία.
οὕτως ἀμυντέ’ ἐστὶ τοῖς κοσμουμένοις,
κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.
κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ’ ἄν.
[Übersetzung]
Wä. blah




Χο.

ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.
[Übersetzung]
Kr. Blah





685




690





695




700




705

Αι.

πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
πάντων ὅσ’ ἐστὶ κτημάτων ὑπέρτατον.
ἐγὼ δ’ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,
οὔτ’ ἂν δυναίμην μήτ’ ἐπισταίμην λέγειν.
γένοιτο μέντἂν χἀτέρως καλῶς ἔχον.
σὺ δ’ οὐ πέφυκας πάντα προσκοπεῖν ὅσα
λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.
τὸ γὰρ σὸν ὄμμα δεινὸν, ἀνδρὶ δημότῃ
.          .          .          .          .          .          .
λόγοις τοιούτοις οἷς σὺ μὴ τέρψῃ κλύων·
ἐμοὶ δ’ ἀκούειν ἔσθ’ ὑπὸ σκότου τάδε,
τὴν παῖδα ταύτην οἷ’ ὀδύρεται πόλις,
πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
κάκιστ’ ἀπ’ ἔργων εὐκλεεστάτων φθίνει·
ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
πεπτῶτ’ ἄθαπτον μήθ’ ὑπ᾽ ὠμηστῶν κυνῶν
εἴασ᾽ ὀλέσθαι μήθ᾽ ὑπ᾽ οἰωνῶν τινος·
οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
τοιάδ᾽ ἐρεμνὴ σῖγ᾽ ὑπέρχεται φάτις.
ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,
οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον.
τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί;
μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,
ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτ᾽ ὀρθῶς ἔχειν.
ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ,
ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν,
οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
[Übersetzung]
An. blah



710




715




720


ἀλλ᾽ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν
πόλλ᾽ αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,
τὰ δ᾽ ἀντιτείνοντ᾽ αὐτόπρεμν᾽ ἀπόλλυται.
αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα
τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
ἀλλ᾽ εἶκε θυμοῦ καὶ μετάστασιν δίδου.
γνώμη γὰρ εἴ τις κἀπ᾽ ἐμοῦ νεωτέρου
πρόσεστι, φήμ᾽ ἔγωγε πρεσβεύειν πολὺ
φῦναί τιν’ ἄνδρα πάντ᾽ ἐπιστήμης πλέων·
εἰ δ᾽ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
[Übersetzung]
Cho. blah




725




730




735

Χο.

Κρ.

Αι.

Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.

ἄναξ, σέ τ᾽ εἰκός, εἴ τι καίριον λέγει,
μαθεῖν, σέ τ᾽ αὖ τοῦδ᾽· εὖ γὰρ εἴρηται διπλῇ.
οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
φρονεῖν πρὸς ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
μηδὲν τὸ μὴ δίκαιον· εἰ δ᾽ ἐγὼ νέος,
οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
οὐδ᾽ ἂν κελεύσαιμ᾽ εὐσεβεῖν ἐς τοὺς κακούς.
οὐχ ἥδε γὰρ τοιᾷδ᾽ ἐπείληπται νόσῳ;
οὔ φησι Θήβης τῆσδ᾽ ὁμόπτολις λεώς.
πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
ὁρᾷς τόδ᾽ ὡς εἴρηκας ὡς ἄγαν νέος;
ἄλλῳ γὰρ ἢ ’μοὶ χρή με τῆσδ᾽ ἄρχειν χθονός;
πόλις γὰρ οὐκ ἔσθ᾽ ἥτις ἀνδρός ἐσθ᾽ ἑνός.
οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
καλῶς ἐρήμης γ᾽ ἂν σὺ γῆς ἄρχοις μόνος.
[Übersetzung]
Kr. blah



740




745




750




755

Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.
Κρ.
Αι.

ὅδ᾽, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.
ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί.
οὐ γὰρ δίκαιά σ᾽ ἐξαμαρτάνονθ᾽ ὁρῶ.
ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.
ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
ταύτην ποτ᾽ οὐκ ἔσθ᾽ ὡς ἔτι ζῶσαν γαμεῖς.
ἣ δ᾽ οὖν θανεῖται καὶ θανοῦσ᾽ ὀλεῖ τινα.
ἦ κἀπαπειλῶν ὧδ᾽ ἐπεξέρχῃ θρασύς;
τίς δ᾽ ἔστ᾽ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
εἰ μὴ πατὴρ ἦσθ᾽, εἶπον ἄν σ᾽ οὐκ εὖ φρονεῖν.
γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.
βούλῃ λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
[Übersetzung]
An. blah





760




765




770




775




780

Κρ.



Αι.



Χο.

Κρ.

Χο.
Κρ.
Χο.
Κρ.

ἄληθες; ἀλλ᾽ οὐ, τόνδ᾽ Ὄλυμπον, ἴσθ᾽ ὅτι,
χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.
ἄγετε τὸ μῖσος, ὡς κατ᾽ ὄμματ᾽ αὐτίκα
παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.
οὐ δῆτ᾽ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,
οὔθ᾽ ἥδ᾽ ὀλεῖται πλησία, σύ τ᾽ οὐδαμὰ
τοὐμὸν προσόψῃ κρᾶτ᾽ ἐν ὀφθαλμοῖς ὁρῶν,
ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών.
ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·
νοῦς δ᾽ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.
δράτω· φρονείτω μεῖζον ἢ κατ᾽ ἄνδρ᾽ ἰών·
τὼ δ᾽ οὖν κόρα τώδ᾽ οὐκ ἀπαλλάξει μόρου.
ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;
οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.
μόρῳ δὲ ποίῳ καί σφε βουλεύῃ κτανεῖν;
ἄγων ἐρῆμος ἔνθ᾽ ἂν ᾖ βροτῶν στίβος
κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,
ὅπως μίασμα πᾶσ᾽ ὑπεκφύγῃ πόλις.
κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ᾽ ὅτι
πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.
[Übersetzung]
An. blah