|
|||
Sophokles, AntigoneBericht des Wächters |
|||
| |||
Text nach Pearson
Kommentar / Übersetzung
223 225 230 235 Φυλαξ ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν· ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη· τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; τλήμων, μενεῖς αὖ; κεἰ τάδ᾽ εἴσεται Κρέων ἄλλου παρ᾽ ἀνδρός; πῶς σὺ δῆτ᾽ οὐκ ἀλγύνει; τοιαῦθ᾽ ἑλίσσων ἤνυτον σχολῇ βραδύς. χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. τέλος γε μέντοι δεῦρ᾽ ἐνίκησεν μολεῖν σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ᾽ ὅμως· τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον. Κρ. τί δ᾽ ἐστὶν ἀνθ᾽ οὗ τήνδ᾽ ἔχεις ἀθυμίαν;
[Übersetzung]
237 240 Φυ. φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ πρᾶγμ᾽ οὔτ᾽ ἔδρασ᾽ οὔτ᾽ εἶδον ὅστις ἦν ὁ δρῶν, οὐδ᾽ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.
[Übersetzung]
238 Κρ. εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ τὸ πρᾶγμα· δηλοῖς δ᾽ ὥς τι σημανῶν νέον.
[Übersetzung]
241 Φυ. τὰ δεινὰ γάρ τοι προστίθησ᾽ ὄκνον πολύν.
[Übersetzung]
243 Κρ. οὔκουν ἐρεῖς ποτ᾽, εἶτ᾽ ἀπαλλαχθεὶς ἄπει;
[Übersetzung]
244 245 Φυ. καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή·
[Übersetzung]
245 Κρ. τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;
[Übersetzung]
218 250 255 260 265 Φυ. οὐκ οἶδ᾽· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν πλῆγμ᾽, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ καὶ χέρσος, ἀρρὼξ οὐδ᾽ ἐπημαξευμένη τροχοῖσιν, ἀλλ᾽ ἄσημος οὑργάτης τις ἦν. ὅπως δ᾽ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν. ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, λεπτὴ δ᾽, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις σημεῖα δ᾽ οὔτε θηρὸς οὔτε του κυνῶν ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. λόγοι δ᾽ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί, φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο πληγὴ τελευτῶσ᾽, οὐδ᾽ ὁ κωλύσων παρῆν. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργής, ἀλλ᾽ ἔφευγε μὴ εἰδέναι. ἦμεν δ᾽ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι μηδ᾽ εἰργασμένῳ.
[Übersetzung]
249 270 275 τέλος δ᾽ ὅτ᾽ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν οὔτ᾽ ἀντιφωνεῖν οὔθ᾽ ὅπως δρῶντες καλῶς πράξαιμεν. ἦν δ᾽ ὁ μῦθος ὡς ἀνοιστέον σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον. καὶ ταῦτ᾽ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. πάρειμι δ᾽ ἄκων οὐχ ἑκοῦσιν, οἶδ᾽ ὅτι· στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
[Übersetzung]
268 Χο. ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον τοὔργον τόδ᾽, ἡ ξύννοια βουλεύει πάλαι.
[Übersetzung]
278 280 285 290 Κρ. παῦσαι, πρὶν ὀργῆς καὶ ’μὲ μεστῶσαι λέγων, μὴ ’φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα. λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας ναοὺς πυρώσων ἦλθε κἀναθήματα καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐδ᾽ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
[Übersetzung]
280 295 300 305 310 οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος κακὸν νόμισμ᾽ ἔβλαστε. τοῦτο καὶ πόλεις πορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόμων· τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγματ᾽ ἵστασθαι βροτῶν· πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ᾽ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλ᾽ εἴπερ ἴσχει Ζεὺς ἔτ᾽ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτ᾽ ἐπίστασ᾽, ὅρκιος δέ σοι λέγω· εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτ᾽ ἐς ὀφθαλμοὺς ἐμούς, οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν, ἵν᾽ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ᾽ ὅτι οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.
[Übersetzung]
295 315 Φυ. εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;
[Übersetzung]
315 Κρ. οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
[Übersetzung]
316 Φυ. ἐν τοῖσιν ὠσὶν ἢ ’πὶ τῇ ψυχῇ δάκνει;
[Übersetzung]
317 Κρ. τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
[Übersetzung]
318 Φυ. ὁ δρῶν σ᾽ ἀνιᾷ τὰς φρένας, τὰ δ᾽ ὦτ᾽ ἐγώ.
[Übersetzung]
319 320 Κρ. οἴμ᾽ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
[Übersetzung]
320 Φυ. οὔκουν τό γ᾽ ἔργον τοῦτο ποιήσας ποτέ.
[Übersetzung]
321 Κρ. καὶ ταῦτ᾽ ἐπ᾽ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
[Übersetzung]
322 Φυ. φεῦ· ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.
[Übersetzung]
323 325 Κρ. κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ᾽ ὅτι τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
[Übersetzung]
324 330 Φυ. ἀλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽· ἐὰν δέ τοι ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ, οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ᾽ ἐλθόντα με· καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ᾽ ἐμῆς σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
[Übersetzung]
327 |
|||
| |||
|