|
|||
Homer, Odysseeε 50–115 (Hermes erledigt seinen Auftrag) |
|||
ε
Griechischer Text
Kommentar / Übersetzung (J. H. Voss)
50 55 Πιερίην δ᾽ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ· σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς, ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ· τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς. ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ᾽ ἐοῦσαν, ἔνθ᾽ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη ναῖεν ἐυπλόκαμος· τὴν δ᾽ ἔνδοθι τέτμεν ἐοῦσαν.
[Übersetzung]
50 Πιερίη Pieria (Landschaft nördl. des Olymps, nahe am Meer) — ἐπιβάς v. ἐπιβαίνω schreiten/fliegen über etw. → Stf → Wurzelaorist — ἔμπεσε → Stf — 51 σεύατο Aor. zu σεύομαι eilen, fliegen — ὁ λάρος Möwe 52 ὁ κόλπος Busen, Bucht 53 ἀγρώσσω jagen — τὸ πτερόν Flügel — δεύομαι benetzen — ἡ ἅλμη Salzflut, Meer 54 ἴκελος ähnlich — πολέεσσιν πολλοῖς — ὀχήσατο ὀχέομαι οἴχομαι 56 ἰοειδής veilchenfarben — ἤπειρόνδε v. ἡ ἤπειρος Festland 58 ἔνδοθι = ἔνδον — τέτμεν v. ἔτετμον traf an 60 65 70 πῦρ μὲν ἐπ᾽ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δ᾽ ὀδμὴ κέδρου τ᾽ εὐκεάτοιο θύου τ᾽ ἀνὰ νῆσον ὀδώδει δαιομένων· ἡ δ᾽ ἔνδον ἀοιδιάουσ᾽ ὀπὶ καλῇ ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ᾽ ὕφαινεν. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα, κλήθρη τ᾽ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. ἔνθα δέ τ᾽ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο, σκῶπές τ᾽ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν. ἡ δ᾽ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι. κρῆναι δ᾽ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ, πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου θήλεον. ἔνθα κ᾽ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
[Übersetzung]
75 80 85 ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, αὐτίκ᾽ ἄρ᾽ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων· οὐ γάρ τ᾽ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται ἀθάνατοι, οὐδ᾽ εἴ τις ἀπόπροθι δώματα ναίει. οὐδ᾽ ἄρ᾽ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν, ἀλλ᾽ ὅ γ᾽ ἐπ᾽ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ, δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων. πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. Ἑρμείαν δ᾽ ἐρέεινε Καλυψώ, δῖα θεάων, ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
[Übersetzung]
75 θηεῖτο v. θηέομαι (be)staunen. Tempus? — 76 θηήσατο v. θηέομαι (be)staunen. Tempus? Begründe die Tempuswahl in den VV. 59–60! 77 ἄντην = ἄντα, ἀντίον entgegen, gegenüber 77–78 οὐδέ … ἠγνοίησεν = non ignoro sehr wohl/sofort erkennen — 78 ἰδοῦσα → Stf 79 ἀγνῶτες v. ἀγνῶς, -ῶτος unbekannt — πέλομαι ≈ εἰμί 80 ἀπόπροθι fern 81 μεγαλήτωρ hochherzig, hochgesinnt — ἔτετμεν V. 58 82 ἡ ἀκτή Steilküste — ἔνθα πάρος περ dort, wo früher schon 83 τὸ δάκρυ, -υος ( = δάκρυον) Träne — στοναχή Stöhnen — ἐρέχθω zerquälen 84 δέρκομαι blicken — λείβω vergießen 85 ἐρεείνω = ἔρομαι fragen 86 ἱδρύω ich lasse Platz nehmen — φαεινός hell — σιγαλόεις glänzend 90 95 „τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. ἀλλ᾽ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.“ ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
[Übersetzung]
87 τίπτε was denn, warum denn — χρυσόρραπις mit dem goldenen Stab — εἰλήλουθα = ἐλήλυθα → Stf 88 αἰδοῖος ehrwürdig, geehrt — πάρος früher — θαμίζω häufig kommen 89 αὐδάω sagen — τελέσαι → Stf — ἄνωγα befehlen (isoliertes Perf.); dazu auch ἀνώγω mit Impf. ἤνωγον und ἄνωγον 90 τετελεσμένος (Part. Perf. Pass.) vollendet; vollendbar 91 ἕπεο unkontrahierter Imp. von ἕπομαι — προτέρω weiter — τοι doch — πὰρ ξείνια θείω gastlich bewirten (mit Tmesis: παρατίθημι vorsetzen) 92 ἡ τράπεζα Tisch — 93 ἀμβροσίη Ambrosia (Götterspeise) — πλήσασα → Stf; hier: Part. Aor. Akt. f. — κέρασσε → Stf — νέκταρ Nektar (Göttertrank) — ἐρυθρός, ά, όν rot 94 πῖνε → Stf — ἦσθε Impf. zu ἔσθω = ἐσθίω = ἔδω essen 95 δείπνησε v. δειπνέω speisen — ἤραρε Aor. zu ἀραρίσκω zusammenfügen, versehen mit, hier: stärken — ἐδωδή Speise 100 105 110 115 „εἰρωτᾷς μ᾽ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ. Ζεὺς ἐμέ γ᾽ ἠνώγει δεῦρ᾽ ἐλθέμεν οὐκ ἐθέλοντα· τίς δ᾽ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας. ἀλλὰ μάλ᾽ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων, τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν οἴκαδ᾽· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο, ἥ σφιν ἐπῶρσ᾽ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά. ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. τὸν νῦν σ᾽ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα· οὐ γάρ οἱ τῇδ᾽ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι, ἀλλ᾽ ἔτι οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.“
[Übersetzung]
97 εἰρωτᾷς = ἐρωτᾷς 98 νημερτέως Adv. v. νημερτής unfehlbar, untrüglich — ἐνισπήσω Fut. zu ἐνέπω; vgl. α 1 — κέλεαι v. κέλομαι = κελεύω; hier: 2. P. Sg. unkontrahiert, eig. *κελεσαι, att. κέλῃ 99 ἠνώγει s. oben v. 89 101 ἄσπετος unsäglich; unermesslich, gewaltig — ἄγχι Adv. nahe 102 ἔξαιτος auserlesen 103 μάλ᾽ οὔ πως ἔστι es ist auf keine Weise möglich — αἰγίοχος die Ägis haltend/schwingend 104 παρεξελθεῖν v. παρεξέρχομαι umgehen — ἁλιῶσαι v. ἁλιόω vereiteln 105 τοι hier: = σοι — ὀϊζυρός jammervoll, elend 107 — εἰνάετες neun Jahre lang — πέρσαντες Aor. ἔπερσα v. πέρθω, vgl. α 2 108 — ἀλίτοντο Aor. v. ἀλιταίνω + Akk. jmd. durch Frevel beleidigen/kränken 109 — ἐπῶρσ᾽ Aor. v. ἐπόρνυμι + Dat. gegen jmd. erregen 110 — ἔνθ᾽ ἄλλοι μὲν πάντες vgl. α 11 — ἀπέφθιθεν = ἀπεφθίθησαν: Aor. v. ἀποφθίνομαι zugrunde gehen, sterben 111 — πέλασσε v. πελάζω (hier transitiv) herbringen 112 — ἠνώγειν s. oben v. 89. Lies: ἠνώγει (3. P.) — ἀποπεμπέμεν (Inf.!) wegschicken — ὅττι τάχιστα ὅττι = ὅτι = ὡς 113 — τῇδ᾽ = τῇδε hier — ἀπονόσφιν weit entfernt von — ὀλέσθαι → Stf 115 — ὑψόροφος mit hohem Dach |
|||