Διάλογος, Lektion 19

Welches Gesetz hat Vorrang?

Antigone hat versucht, ihren toten Bruder Polyneikes gegen die Anordnung Kreons zu bestatten. Dabei wurde sie von einem Wächter bemerkt und ergriffen. Nun wird sie vor Kreon geführt.



3


6


9


12


15
Κρέων· „Διὰ τί, ὦ Ἀντιγόνη, καίπερ ἐμοῦ τοῦτο οὐ βουλευσαμένου τὸν ἀδελφὸν ὅμως ἔθαπτες; Ἆρ’ οὐ γιγνώσκεις, ὅτι ἔστι νόμος, ᾧ ἀπαγορεύεται μὴ θάψαι τοῦτον;“
Ἀντιγόνη· „Καὶ ἐμοὶ τοῦτο δῆλόν ἐστιν. Ἀλλ᾽ ἀνάγκη ἐστὶ τοῖς τῶν θεῶν νόμοις μᾶλλον ἢ τοῖς τοῦ δεσπότου πείθεσθαι. Οἱ γὰρ θεοὶ κελεύουσιν ἡμᾶς ἑκάστῳ ἀνθρώπῳ τάφον παρασκευάζειν. Ἅτε οὖν τῶν θεῶν τοῦτο βουλομένων οὐκ ἔξεστί μοι κατὰ τὸν αἰσχρὸν νόμον σου πρᾶξαι.“
Κρέων· „Ἀλλ’ ὁ Πολυνείκης πολέμιος ἡμῶν ἦν. Τούτου τοῦ δεινοῦ κακούργου τοὺς πολίτας σφόδρα βιασαμένου τῶν θείων νόμων οὐδαμῶς φροντίζειν ἐθέλω. Ἆρ’ οὐκ αἰσχύνῃ καὶ τοὺς Θηβαίους1 καὶ ἐμέ, ὦ Ἀντιγόνη; Ἑκάστου πολίτου ἐμοὶ πειθομένου σὺ μόνη οὐχ ἑτοίμη εἶ ὑπακοῦσαι. Διὸ χρή σε θανάτῳ κολάσαι.“
Ἀντιγόνη· „Μάλα ψέγω σε, ὦ δέσποτα, διὰ τὴν σὴν ἀδικίαν.“
Κρέων· „Ἄδικος εἶ, ὦ Ἀντιγόνη. Ἆρ’ οὐχ ὁ Πολυνείκης, ὃς τὸν ἐσθλὸν ἀδελφὸν ἐφόνευσεν, πολέμιος ἦν;“
Ἀντιγόνη· „Ναί, πολέμιος ἦν – ἀλλὰ καὶ ἀδελφὸς ἐμός. Ὑβρίζεις οὖν αὐτοῦ μὴ θαπτομένου. Σοῦ μίσει2 ταραττομένου ἐμοὶ μέλει τῆς φιλίας.“
_______________________________
1) οἱ Θηβαῖοι, ων: die Thebaner
2) μίσει (Dat. Sg.): aus (durch) Hass

Hier findest du einen Überblick über die Figur der Antigone.


Wortschatz: