|
|||
Sophokles, Antigone5. Stasimon |
|||
| |||
Text nach Pearson
Kommentar / Übersetzung
Χο. στρ.
ἔτλα καὶ Δανάας οὐράνιον φῶς
ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· κρυπτομένα δ᾽ ἐν
τυμβήρει θαλάμῳ κατεζεύχθη· καίτοι καὶ γενεᾷ τί-
μιος, ὦ παῖ παῖ, καὶ Ζηνὸς ταμιεύε- σκε γονὰς χρυσορύτους. ἀλλ᾽ ἁ μοιριδία τις δύνασις δεινά· οὔτ᾽ ἄν νιν ὄλβος οὔτ᾽ Ἄρης,
κελαιναὶ νᾶες ἐκφύγοιεν.
οὐ πύργος, οὐχ ἁλίκτυποι ἀντ.
ζεύχθη δ᾽ ὀξύχολος παῖς ὁ Δρύαντος,
Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς ἐκ Διονύσου
πετρώδει κατάφαρκτος ἐν δεσμῷ. οὕτω τᾶς μανίας δει-
νὸν ἀποστάζει ἀνθηρόν τε μένος. κεῖ- νος ἐπέγνω μανίαις ψαύων τὸν θεὸν ἐν κερ- τομίοις γλώσσαις. παύεσκε μὲν γὰρ ἐνθέους
φιλαύλους τ᾽ ἠρέθιζε Μούσας.
γυναῖκας εὔιόν τε πῦρ,
[Übersetzung]
στρ.
παρὰ δὲ κυανεᾶν πελάγει διδύμας ἁλὸς
ἀκταὶ Βοσπόριαι ἥδ᾽ ὁ Θρῃκῶν <ἠιὼν> Σαλμυδησσός, ἵν᾽ ἀγχίπτολις Ἄρης δισσοῖσι Φινείδαις
τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος εἶδεν ἀρατὸν ἕλκος ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις ἀραχθέντων, ὑφ᾽ αἱματηραῖς χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
[Übersetzung]
ἀντ.
κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν
κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν· ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων ἄντασ᾽ Ἐρεχθειδᾶν,
τράφη θυέλλαισιν ἐν πατρῴαις τηλεπόροις δ᾽ ἐν ἄντροις Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου θεῶν παῖς. ἀλλὰ κἀπ᾽ ἐκείνᾳ Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.
[Übersetzung]
|
|||
| |||
|