|
|||
Platon, PhaidonTod ist die Ablösung der Seele vom Körper (64a4–65a8) |
|||
| |||
64
Text nach Burnet
Kommentar / Übersetzung
5
Kινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι
φιλοσοφίας λεληθέναι τοὺς ἄλλους ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν τε καὶ τεθνάναι. Εἰ οὖν τοῦτο ἀληθές, ἄτοπον δήπου ἂν εἴη προθυμεῖσθαι μὲν ἐν παντὶ τῷ βίῳ μηδὲν ἄλλο ἢ τοῦτο, ἥκοντος δὲ δὴ αὐτοῦ ἀγανακτεῖν ὃ πάλαι προυθυμοῦντό τε καὶ ἐπετήδευον.
[Übersetzung]
b 5
Καὶ ὁ Σιμμίας γελάσας, νὴ τὸν Δία, ἔφη, ὦ Σώκρατες,
οὐ πάνυ γέ με νυνδὴ γελασείοντα ἐποίησας γελάσαι. Οἶμαι γὰρ ἂν τοὺς πολλοὺς αὐτὸ τοῦτο ἀκούσαντας δοκεῖν εὖ πάνυ εἰρῆσθαι εἰς τοὺς φιλοσοφοῦντας – καὶ συμφάναι ἂν τοὺς μὲν παρ᾽ ἡμῖν ἀνθρώπους καὶ πάνυ – ὅτι τῷ ὄντι οἱ φιλοσο- φοῦντες θανατῶσι, καὶ σφᾶς γε οὐ λελήθασιν ὅτι ἄξιοί εἰσιν τοῦτο πάσχειν.
[Übersetzung]
c
Καὶ ἀληθῆ γ᾽ ἂν λέγοιεν, ὦ Σιμμία, πλήν γε τοῦ σφᾶς
μὴ λεληθέναι. Λέληθεν γὰρ αὐτοὺς ᾗ τε θανατῶσι καὶ ᾗ ἄξιοί εἰσιν θανάτου καὶ οἵου θανάτου οἱ ὡς ἀληθῶς φιλόσοφοι. Εἴπωμεν γάρ, ἔφη, πρὸς ἡμᾶς αὐτούς, χαίρειν εἰπόντες ἐκεί- νοις· ἡγούμεθά τι τὸν θάνατον εἶναι;
[Übersetzung]
Πάνυ γε, ἔφη ὑπολαβὼν ὁ Σιμμίας.
[Übersetzung]
5
Ἆρα μὴ ἄλλο τι ἢ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος
ἀπαλλαγήν; Καὶ εἶναι τοῦτο τὸ τεθνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ᾽ αὑτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν [ἀπὸ] τοῦ σώματος ἀπαλλαγεῖσαν αὐτὴν καθ᾽ αὑτὴν εἶναι; Ἆρα μὴ ἄλλο τι ᾖ ὁ θάνατος ἢ τοῦτο;
[Übersetzung]
Οὔκ, ἀλλὰ τοῦτο, ἔφη.
[Übersetzung]
10
d
Σκέψαι δή, ὠγαθέ, ἐὰν ἄρα καὶ σοὶ συνδοκῇ ἅπερ ἐμοί·
ἐκ γὰρ τούτων μᾶλλον οἶμαι ἡμᾶς εἴσεσθαι περὶ ὧν σκο- ποῦμεν. Φαίνεταί σοι φιλοσόφου ἀνδρὸς εἶναι ἐσπουδακέναι περὶ τὰς ἡδονὰς καλουμένας τὰς τοιάσδε, οἷον σιτίων [τε] καὶ ποτῶν;
[Übersetzung]
5
Ἥκιστα, ὦ Σώκρατες, ἔφη ὁ Σιμμίας.
[Übersetzung]
Τί δὲ τὰς τῶν ἀφροδισίων;
[Übersetzung]
Οὐδαμῶς.
[Übersetzung]
10 e
Τί δὲ τὰς ἄλλας τὰς περὶ τὸ σῶμα θεραπείας; Δοκεῖ σοι
ἐντίμους ἡγεῖσθαι ὁ τοιοῦτος; Οἷον ἱματίων διαφερόντων κτήσεις καὶ ὑποδημάτων καὶ τοὺς ἄλλους καλλωπισμοὺς τοὺς περὶ τὸ σῶμα πότερον τιμᾶν δοκεῖ σοι ἢ ἀτιμάζειν, καθ᾽ ὅσον μὴ πολλὴ ἀνάγκη μετέχειν αὐτῶν;
[Übersetzung]
Ἀτιμάζειν ἔμοιγε δοκεῖ, ἔφη, ὅ γε ὡς ἀληθῶς φιλό-
σοφος.
[Übersetzung]
5
Οὐκοῦν ὅλως δοκεῖ σοι, ἔφη, ἡ τοῦ τοιούτου πραγ-
ματεία οὐ περὶ τὸ σῶμα εἶναι, ἀλλὰ καθ᾽ ὅσον δύναται ἀφεστάναι αὐτοῦ, πρὸς δὲ τὴν ψυχὴν τετράφθαι;
[Übersetzung]
Ἔμοιγε.
[Übersetzung]
65
Ἆρ᾽ οὖν πρῶτον μὲν ἐν τοῖς τοιούτοις δῆλός ἐστιν ὁ
φιλόσοφος ἀπολύων ὅτι μάλιστα τὴν ψυχὴν ἀπὸ τῆς τοῦ σώματος κοινωνίας διαφερόντως τῶν ἄλλων ἀνθρώπων;
[Übersetzung]
Φαίνεται.
[Übersetzung]
5
Καὶ δοκεῖ γέ που, ὦ Σιμμία, τοῖς πολλοῖς ἀνθρώποις
ᾧ μηδὲν ἡδὺ τῶν τοιούτων μηδὲ μετέχει αὐτῶν οὐκ ἄξιον εἶναι ζῆν, ἀλλ᾽ ἐγγύς τι τείνειν τοῦ τεθνάναι ὁ μηδὲν φρον- τίζων τῶν ἡδονῶν αἳ διὰ τοῦ σώματός εἰσιν.
[Übersetzung]
Πάνυ μὲν οὖν ἀληθῆ λέγεις.
[Übersetzung]
|
|||
| |||
|