|
|||
Platon, Hippias I„Was ist das Schöne?“2. χρυσός (289c9–291c5) |
|||
289
Text nach Burnet
Kommentar / Übersetzung nach Schleiermacher
c 9
d 5
ΣΩ. „Εἰ δέ σε ἠρόμην“, φήσει, „ἐξ ἀρχῆς τί ἐστι
καλόν τε καὶ αἰσχρόν, εἴ μοι ἅπερ νῦν ἀπεκρίνω, ἆρ᾽ οὐκ ἂν ὀρθῶς ἀπεκέκρισο; Ἔτι δὲ καὶ δοκεῖ σοι αὐτὸ τὸ καλόν, ᾧ καὶ τἆλλα πάντα κοσμεῖται καὶ καλὰ φαίνεται, ἐπειδὰν προσγένηται ἐκεῖνο τὸ εἶδος, τοῦτ᾽ εἶναι παρθένος ἢ ἵππος ἢ λύρα;“
[Übersetzung]
e 5
ΙΠ. Ἀλλὰ μέντοι, ὦ Σώκρατες, εἰ τοῦτό γε ζητεῖ, πάντων
ῥᾷστον ἀποκρίνασθαι αὐτῷ τί ἐστι τὸ καλὸν ᾧ καὶ τὰ ἄλλα πάντα κοσμεῖται καὶ προσγενομένου αὐτοῦ καλὰ φαίνεται. Εὐηθέστατος οὖν ἐστιν ὁ ἄνθρωπος καὶ οὐδὲν ἐπαΐει περὶ καλῶν κτημάτων. ἐὰν γὰρ αὐτῷ ἀποκρίνῃ ὅτι τοῦτ᾽ ἐστὶν ὃ ἐρωτᾷ τὸ καλὸν οὐδὲν ἄλλο ἢ χρυσός, ἀπορήσει καὶ οὐκ ἐπιχειρήσει σε ἐλέγχειν. Ἴσμεν γάρ που πάντες ὅτι ὅπου ἂν τοῦτο προσγένηται, κἂν πρότερον αἰσχρὸν φαίνηται, καλὸν φανεῖται χρυσῷ γε κοσμηθέν.
[Übersetzung]
ΣΩ. Ἄπειρος εἶ τοῦ ἀνδρός, ὦ Ἱππία, ὡς σχέτλιός ἐστι
καὶ οὐδὲν ῥᾳδίως ἀποδεχόμενος.
[Übersetzung]
290
ΙΠ. Τί οὖν τοῦτο, ὦ Σώκρατες; Τὸ γὰρ ὀρθῶς λεγόμενον
ἀνάγκη αὐτῷ ἀποδέχεσθαι, ἢ μὴ ἀποδεχομένῳ καταγελάστῳ εἶναι.
[Übersetzung]
5
ΣΩ. Καὶ μὲν δὴ ταύτην γε τὴν ἀπόκρισιν, ὦ ἄριστε, οὐ
μόνον οὐκ ἀποδέξεται, ἀλλὰ πάνυ με καὶ τωθάσεται, καὶ ἐρεῖ· „Ὦ τετυφωμένε σύ, Φειδίαν οἴει κακὸν εἶναι δημιουργόν;“ Καὶ ἐγὼ οἶμαι ἐρῶ ὅτι οὐδ᾽ ὁπωστιοῦν.
[Übersetzung]
ΙΠ. καὶ ὀρθῶς γ᾽ ἐρεῖς, ὦ Σώκρατες.
[Übersetzung]
b 5
ΣΩ. Ὀρθῶς μέντοι. Τοιγάρτοι ἐκεῖνος, ἐπειδὰν ἐγὼ
ὁμολογῶ ἀγαθὸν εἶναι δημιουργὸν τὸν Φειδίαν, „Εἶτα“, φήσει, „οἴει τοῦτο τὸ καλὸν ὃ σὺ λέγεις ἠγνόει Φειδίας;“ Καὶ ἐγώ· Τί μάλιστα; φήσω. „Ὅτι,“ ἐρεῖ, „τῆς Ἀθηνᾶς τοὺς ὀφθαλμοὺς οὐ χρυσοῦς ἐποίησεν, οὐδὲ τὸ ἄλλο πρόσ- ωπον οὐδὲ τοὺς πόδας οὐδὲ τὰς χεῖρας, εἴπερ χρυσοῦν γε δὴ ὂν κάλλιστον ἔμελλε φαίνεσθαι, ἀλλ᾽ ἐλεφάντινον· δῆλον ὅτι τοῦτο ὑπὸ ἀμαθίας ἐξήμαρτεν, ἀγνοῶν ὅτι χρυσὸς ἄρ᾽ ἐστὶν ὁ πάντα καλὰ ποιῶν, ὅπου ἂν προσγένηται.“ Ταῦτα οὖν λέγοντι τί ἀποκρινώμεθα, ὦ Ἱππία;
[Übersetzung]
c
ΙΠ. Οὐδὲν χαλεπόν· ἐροῦμεν γὰρ ὅτι ὀρθῶς ἐποίησε. Καὶ
γὰρ τὸ ἐλεφάντινον οἶμαι καλόν ἐστιν.
[Übersetzung]
5
ΣΩ. „Τοῦ οὖν ἕνεκα,“ φήσει, „οὐ καὶ τὰ μέσα τῶν
ὀφθαλμῶν ἐλεφάντινα ἠργάσατο, ἀλλὰ λίθινα, ὡς οἷόν τ᾽ ἦν ὁμοιότητα τοῦ λίθου τῷ ἐλέφαντι ἐξευρών; Ἢ καὶ ὁ λίθος ὁ καλὸς καλόν ἐστι;“ Φήσομεν, ὦ Ἱππία;
[Übersetzung]
ΙΠ. Φήσομεν μέντοι, ὅταν γε πρέπων ᾖ.
[Übersetzung]
ΣΩ. „Ὅταν δὲ μὴ πρέπων, αἰσχρόν;“ Ὁμολογῶ ἢ μή;
[Übersetzung]
ΙΠ. Ὁμολόγει, ὅταν γε μὴ πρέπῃ.
[Übersetzung]
d
ΣΩ. „Tί δὲ δή; Ὁ ἐλέφας καὶ ὁ χρυσός“, φήσει, „ὦ
σοφὲ σύ, οὐχ ὅταν μὲν πρέπῃ, καλὰ ποιεῖ φαίνεσθαι, ὅταν δὲ μή, αἰσχρά;“ Ἔξαρνοι ἐσόμεθα ἢ ὁμολογήσομεν αὐτῷ ὀρθῶς λέγειν αὐτόν;
[Übersetzung]
5
ΙΠ. Ὁμολογήσομεν τοῦτό γε, ὅτι ὃ ἂν πρέπῃ ἑκάστῳ,
τοῦτο καλὸν ποιεῖ ἕκαστον.
[Übersetzung]
ΣΩ. „Πότερον οὖν πρέπει,“ φήσει, „ὅταν τις τὴν
χύτραν ἣν ἄρτι ἐλέγομεν, τὴν καλήν, ἕψῃ ἔτνους καλοῦ μεστήν, χρυσῆ τορύνη αὐτῇ ἢ συκίνη;“
[Übersetzung]
10
e
ΙΠ. Ἡράκλεις, οἷον λέγεις ἄνθρωπον, ὦ Σώκρατες. Οὐ
βούλει μοι εἰπεῖν τίς ἐστιν;
[Übersetzung]
ΣΩ. Οὐ γὰρ ἂν γνοίης, εἴ σοι εἴποιμι τοὔνομα.
[Übersetzung]
ΙΠ. Ἀλλὰ καὶ νῦν ἔγωγε γιγνώσκω, ὅτι ἀμαθής τίς ἐστιν.
[Übersetzung]
5 10 291
ΣΩ. Μέρμερος πάνυ ἐστίν, ὦ Ἱππία· ἀλλ᾽ ὅμως τί
φήσομεν; Ποτέραν πρέπειν τοῖν τορύναιν τῷ ἔτνει καὶ τῇ χύτρᾳ; Ἢ δῆλον ὅτι τὴν συκίνην; Εὐωδέστερον γάρ που τὸ ἔτνος ποιεῖ, καὶ ἅμα, ὦ ἑταῖρε, οὐκ ἂν συντρίψασα ἡμῖν τὴν χύτραν ἐκχέαι τὸ ἔτνος καὶ τὸ πῦρ ἀποσβέσειεν καὶ τοὺς μέλλοντας ἑστιᾶσθαι ἄνευ ὄψου ἂν πάνυ γενναίου ποιήσειεν· ἡ δὲ χρυσῆ ἐκείνη πάντα ἂν ταῦτα ποιήσειεν, ὥστ᾽ ἔμοιγε δοκεῖν τὴν συκίνην ἡμᾶς μᾶλλον φάναι πρέπειν ἢ τὴν χρυσῆν, εἰ μή τι σὺ ἄλλο λέγεις.
[Übersetzung]
ΙΠ. Πρέπει μὲν γάρ, ὦ Σώκρατες, μᾶλλον· οὐ μεντἂν
ἔγωγε τῷ ἀνθρώπῳ τοιαῦτα ἐρωτῶντι διαλεγοίμην.
[Übersetzung]
5
b 5
ΣΩ. Ὀρθῶς γε, ὦ φίλε· σοὶ μὲν γὰρ οὐκ ἂν πρέποι
τοιούτων ὀνομάτων ἀναπίμπλασθαι, καλῶς μὲν οὑτωσὶ ἀμπε- χομένῳ, καλῶς δὲ ὑποδεδεμένῳ, εὐδοκιμοῦντι δὲ ἐπὶ σοφίᾳ ἐν πᾶσι τοῖς Ἕλλησιν. Ἀλλ’ ἐμοὶ οὐδὲν πρᾶγμα φύρεσθαι πρὸς τὸν ἄνθρωπον· ἐμὲ οὖν προδίδασκε καὶ ἐμὴν χάριν ἀποκρίνου. „Εἰ γὰρ δὴ πρέπει γε μᾶλλον ἡ συκίνη τῆς χρυσῆς“, φήσει ὁ ἄνθρωπος, „ἄλλο τι καὶ καλλίων ἂν εἴη, ἐπειδήπερ τὸ πρέπον, ὦ Σώκρατες, κάλλιον ὡμολόγησας εἶναι τοῦ μὴ πρέποντος;“ Ἄλλο τι ὁμολογῶμεν, ὦ Ἱππία, τὴν συκίνην καλλίω τῆς χρυσῆς εἶναι;
[Übersetzung]
ΙΠ. Βούλει σοι εἴπω, ὦ Σώκρατες, ὃ εἰπὼν εἶναι τὸ καλὸν
ἀπαλλάξεις σαυτὸν τῶν πολλῶν λόγων;
[Übersetzung]
c
ΣΩ. Πάνυ μὲν οὖν· μὴ μέντοι πρότερόν γε πρὶν ἄν μοι
εἴπῃς ποτέραν ἀποκρίνωμαι οἷν ἄρτι ἔλεγον τοῖν τορύναιν πρέπουσάν τε καὶ καλλίω εἶναι.
[Übersetzung]
5
ΙΠ. Ἀλλ᾽, εἰ βούλει, αὐτῷ ἀπόκριναι ὅτι ἡ ἐκ τῆς συκῆς
εἰργασμένη.
[Übersetzung]
|
|||
| |||
|