|
|||
Platon, ApologieXII (24c9–25c4): Inkompetenz des Meletos |
|||
| |||
24
Text nach Burnet
Kommentar / Übersetzung
c 9
d
Καί μοι δεῦρο, ὦ Μέλητε, εἰπέ· ἄλλο τι ἢ
περὶ πλείστου ποιῇ ὅπως ὡς βέλτιστοι οἱ νεώτεροι ἔσονται;
[Übersetzung]
Ἔγωγε.
[Übersetzung]
5 10
Ἴθι δή νυν εἰπὲ τούτοις, τίς αὐτοὺς βελτίους ποιεῖ;
Δῆλον γὰρ ὅτι οἶσθα, μέλον γέ σοι. Τὸν μὲν γὰρ δια- φθείροντα ἐξευρών, ὡς φῄς, ἐμέ, εἰσάγεις τουτοισὶ καὶ κατη- γορεῖς· τὸν δὲ δὴ βελτίους ποιοῦντα ἴθι εἰπὲ καὶ μήνυσον αὐτοῖς τίς ἐστιν. – Ὁρᾷς, ὦ Μέλητε, ὅτι σιγᾷς καὶ οὐκ ἔχεις εἰπεῖν; καίτοι οὐκ αἰσχρόν σοι δοκεῖ εἶναι καὶ ἱκανὸν τεκμήριον οὗ δὴ ἐγὼ λέγω, ὅτι σοι οὐδὲν μεμέληκεν; ἀλλ᾽ εἰπέ, ὠγαθέ, τίς αὐτοὺς ἀμείνους ποιεῖ;
[Übersetzung]
Οἱ νόμοι.
[Übersetzung]
e
Ἀλλ᾽ οὐ τοῦτο ἐρωτῶ, ὦ βέλτιστε, ἀλλὰ τίς ἄνθρωπος,
ὅστις πρῶτον καὶ αὐτὸ τοῦτο οἶδε, τοὺς νόμους;
[Übersetzung]
Οὗτοι, ὦ Σώκρατες, οἱ δικασταί.
[Übersetzung]
5
Πῶς λέγεις, ὦ Μέλητε; Οἵδε τοὺς νέους παιδεύειν οἷοί
τέ εἰσι καὶ βελτίους ποιοῦσιν;
[Übersetzung]
Μάλιστα.
[Übersetzung]
Πότερον ἅπαντες, ἢ οἱ μὲν αὐτῶν, οἱ δ᾽ οὔ;
[Übersetzung]
Ἅπαντες.
[Übersetzung]
10 25
Εὖ γε νὴ τὴν Ἥραν λέγεις καὶ πολλὴν ἀφθονίαν τῶν
ὠφελούντων. Τί δὲ δή; Οἱ δὲ ἀκροαταὶ βελτίους ποιοῦσιν ἢ οὔ;
[Übersetzung]
Καὶ οὗτοι.
[Übersetzung]
Τί δέ, οἱ βουλευταί;
[Übersetzung]
Καὶ οἱ βουλευταί.
[Übersetzung]
5
Ἀλλ᾽ ἄρα, ὦ Μέλητε, μὴ οἱ ἐν τῇ ἐκκλησίᾳ, οἱ ἐκκλη-
σιασταί, διαφθείρουσι τοὺς νεωτέρους; Ἢ κἀκεῖνοι βελτίους ποιοῦσιν ἅπαντες;
[Übersetzung]
Κἀκεῖνοι.
[Übersetzung]
10
Πάντες ἄρα, ὡς ἔοικεν, Ἀθηναῖοι καλοὺς κἀγαθοὺς
ποιοῦσι πλὴν ἐμοῦ, ἐγὼ δὲ μόνος διαφθείρω. Οὕτω λέγεις;
[Übersetzung]
Πάνυ σφόδρα ταῦτα λέγω.
[Übersetzung]
b 5 c
Πολλήν γέ μου κατέγνωκας δυστυχίαν. Καί μοι ἀπό-
κριναι· ἦ καὶ περὶ ἵππους οὕτω σοι δοκεῖ ἔχειν; Οἱ μὲν βελτίους ποιοῦντες αὐτοὺς πάντες ἄνθρωποι εἶναι, εἷς δέ τις ὁ διαφθείρων; ἢ τοὐναντίον τούτου πᾶν εἷς μέν τις ὁ βελτίους οἷός τ᾽ ὢν ποιεῖν ἢ πάνυ ὀλίγοι, οἱ ἱππικοί, οἱ δὲ πολλοὶ ἐάνπερ συνῶσι καὶ χρῶνται ἵπποις, διαφθείρουσιν; Oὐχ οὕτως ἔχει, ὦ Μέλητε, καὶ περὶ ἵππων καὶ τῶν ἄλλων ἁπάντων ζῴων; Πάντως δήπου, ἐάντε σὺ καὶ Ἄνυτος οὐ φῆτε ἐάντε φῆτε· πολλὴ γὰρ ἄν τις εὐδαιμονία εἴη περὶ τοὺς νέους εἰ εἷς μὲν μόνος αὐτοὺς διαφθείρει, οἱ δ᾽ ἄλλοι ὠφελοῦσιν. Ἀλλὰ γάρ, ὦ Μέλητε, ἱκανῶς ἐπιδείκνυσαι ὅτι οὐδεπώποτε ἐφρόντισας τῶν νέων, καὶ σαφῶς ἀποφαί- νεις τὴν σαυτοῦ ἀμέλειαν, ὅτι οὐδέν σοι μεμέληκεν περὶ ὧν ἐμὲ εἰσάγεις.
[Übersetzung]
|
|||
| |||
|