Διάλογος, Lektion 46

Der Redner als Arzt der Seele

Im Haus eines vornehmen Atheners unterhält sich Sokrates mit dem Sophisten Gorgias über den Nutzen der Rhetorik.



3


6


9


12


15
Einladung der Antwerpener Rhetorik-Gilde „De Violieren“ zu einem landesweiten Dichter-Wettbewerb im Jahr 1561
Σωκράτης· „Τίς ὠφελία ἡμῖν ἔσται, ὦ Γοργία, ἐάν σοι συνῶμεν; Περὶ τίνων οἷοί τε ἐσόμεθα τῇ πόλει συμβουλεύειν;“
Γοργίας· „Ὦ Σώκρατες, ἆρ’ οὐχ ὁρᾷς, ὅτι οἱ ῥήτορες ἐν τῇ ἐκκλησίᾳ τοῖς πολίταις συμβουλεύουσι καὶ αἱ γνῶμαι αὐτῶν νικῶσιν;“
Σωκράτης· „Ταῦτα θαυμάζων συχνὸν ἤδη χρόνον ἐπιθυμῶ σε ἐρωτᾶν, τίς ἡ τῆς ῥητορικῆς δύναμίς ἐστιν. Δαιμονία γάρ μοι φαίνεται εἶναι.“
Γοργίας· „Σὺ καλῶς ἐρωτᾷς καὶ ἐγὼ ἀγαπῶ τοῖς καλῶς ἐρωτῶσιν ἀποκρίνεσθαι. Οὐκ ἄτοπόν ἐστι τὴν ῥητορικὴν ἀγαπᾶν, ὅτι ὄργανον πειθοῦς ἐστιν. Οἱ λόγοι τὴν αὐτὴν δύναμιν πρὸς τὴν ψυχὴν ἔχουσιν, ἣν τὰ φάρμακα πρὸς τὸ σῶμα ἔχει. Ὥσπερ τῶν φαρμάκων τὰ μὲν νόσους, τὰ δὲ τὸν βίον παύει, ὡσαύτως καὶ τῶν λόγων οἱ μὲν ἡδονήν, οἱ δὲ φόβον γεννῶσιν. Μέγα σοι τεκμήριον λέξω, ἵνα ὁρᾷς, ὅτι οἱ ῥήτορές εἰσιν οἱ νικῶντες τὰς τῶν ἄλλων γνώμας. Πολλάκις ἔγωγε μετὰ τοῦ ἀδελφοῦ ἰατροῦ ὄντος ἦλθον πρός τινα τῶν καμνόντων. Τοῦτον δέ, ὃς μέγα ἐβόα καὶ οὐκ εἴα θεραπεύεσθαι, ὁ μὲν ἰατρὸς οὐκ ἔπειθε φάρμακον πιεῖν. Ἐγὼ δ’ αὐτὸν ταχέως ἔπεισα οὐκ ἄλλῃ τέχνῃ ἢ τῇ ῥητορικῇ. Τίμα οὖν τὴν ῥητορικήν, ὦ Σώκρατες, ᾗ τοσαύτη ὠφελία ὑπάρχει.“