Διάλογος, Lektion 45

Ein flammender Appell für die Demokratie

Ein Gastfreund aus einer aristokratisch regierten Stadt diskutiert mit einem Athener über die richtige Staatsform:



3


6


9


12


15
Ὁ ξένος· „Τῶν πολλῶν τὴν πόλιν κρατούντων φοβοῦμαι, μὴ τὰ κάκιστα πάθωμεν. Οὐδὲν γὰρ ἀφρονέστερόν ἐστι δήμου ἀκολάστου. Τὸ μὲν πλῆθος τὰ τῇ πόλει συμφέροντα ἀγνοεῖ καὶ οὔποτ’ ἂν τελοίη. Οἱ δ’ ἄριστοι, ἐάν τι ποιῶσι, ποιοῦσι γιγνώσκοντες τὸ συμφέρον. Διὸ τὴν ἀριστοκρατίαν (!) ἀντὶ τῆς δημοκρατίας προαιρώμεθα· εἰκὸς γάρ ἐστι τὰ τῶν ἀρίστων ἀνδρῶν βουλεύματα γίγνεσθαι ἄριστα.“
Ὁ Ἀθηναῖος· „Ὦ ξένε, οὔ σοι ὁμολογῶ. Ἐν γὰρ ἀριστοκρατίᾳ (!) οἱ ἄριστοι ἀρετῆς μὲν ἐπιμελεῖσθαι φιλοῦσιν. Ἐπεὶ δ’ ἕκαστος αὐτῶν ἄριστος εἶναι βούλεται, πάντες πολλάκις εἰς μεγάλην ἔχθραν ἀλλήλοις ἀφικνοῦνται. Μὴ καταφρόνει τοῦ τῶν πολλῶν κράτους. Ἡ πολιτεία ἡμῶν καλεῖται δημοκρατία, ὅτι οὐκ ὀλίγοι, ἀλλὰ τὸ πλῆθος αὐτῇ ὠφελεῖται.
Philipp von Foltz, Perikles hält eine Rede auf der Pnyx (1852, München, Maximilianeum – im 2. Weltkrieg zerstört)
Μέτεστι γὰρ πᾶσι κατὰ τοὺς νόμους τὸ ἴσον. Οὐ φθονοῦμεν τοῖς ἄρχουσιν, ὅτι κλήρῳ1 τὰς ἀρχὰς ἄρχομεν. Πρὸς δὲ τούτοις ἐλευθέρως πολιτευόμεθα· Ἐν τῇ ἐκκλησίᾳ ἔξεστιν ἡμῖν περὶ πολέμου τε καὶ εἰρήνης βουλεύεσθαι. Ἐκεῖ ἡμεῖς αὐτοὶ περὶ νόμων ψηφιζόμεθα2 καὶ τοὺς στρατηγοὺς αἱρούμεθα. Τὴν δὲ παρρησίαν3 περὶ πλείστου ποιούμενοι τὴν γνώμην τὴν ἑκάστου τοῦ πολίτου μάλα αἰδούμεθα. Διὰ ταῦτα εὐδοκιμοῦντες ἐν πάσῃ τῇ Ἑλλάδι ἐπαινοίμεθα ἄν. Τὴν οὖν ἡμετέραν πολιτείαν ἡγοῦμαι παράδειγμα τοῖς ἄλλοις.“
_______________________________
1) ὁ κλῆρος, ου: das Los
2) ψηφίζομαι: ich stimme ab
3) ἡ παρρησία, ας: die Redefreiheit