Διάλογος, Lektion 43

Eine feierliche Rede am Beginn der Panathenäen

In der Mitte des 5. Jahrhunderts v. Chr. befand sich das demokratische Athen auf dem Höhepunkt seiner Macht. Vor diesem Hintergrund richtet der für den Kult zuständige Beamte, der ἄρχων βασιλεύς, zu Beginn der Festlichkeiten anlässlich der Panathenäen folgende Worte an die Athener:



3


6


9


12


15
Marmorrelief der Athene von der Akropolis, um 460 v. Chr. (Athen, Akropolismuseum)
„Ὦ πολῖται, συνέλεξα ὑμᾶς, ἵνα ἁθρόοι ἑορτὴν τῇ Ἀθηνᾷ ἀγάγωμεν. Πρέπει γὰρ τὴν Ἀθηνᾶν χάριν λαβεῖν εὖ φυλάττουσαν ἡμετέραν πόλιν. Πρὶν δ’ ἡμᾶς ἐλθεῖν πρὸς τὸν τῆς θεᾶς ναόν, ἀκούσατε τὰς εὐχάς μου· Εἴθ’ ἡ Ἀθηνᾶ ἀεὶ τῇ ἡμετέρᾳ πόλει εὐμενὴς εἴη καὶ ἑκάστῳ ἡμῶν εὐδαιμονίαν πορίσειεν. Εἴθ’ ἡ θεὰ εὐνοίᾳ δέχοιτο, ἅτινα αὐτῇ θύομεν. Οὐχ ἥκιστα δ’ αὐτὴν τέρψειεν ἂν αὕτη ἡ ἐσθής, ἣν αἱ παρθένοι ὑμῶν τῷ τῆς σεμνῆς παρθένου ἀγάλματι εἰργασμέναι εἰσίν. Τοῦτο τὸ τίμιον δῶρον τῇ Ἀθηνᾷ ἐνεγκόντες φυλαχθεῖμεν ἂν ὑπ’ αὐτῆς. Πλὴν δὲ τῆς Ἀθηνᾶς καὶ ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ οἱ ἄλλοι θεοὶ ἀποτρέψειαν ἡμῶν πᾶσαν ἄτην. Kαὶ ἐπιτρέψειαν ἡμῖν πάντα τὰ πράγματα εὐτυχέσιν εἶναι, ὥστε ἡμᾶς τῆς ἐλευθερίας, τῆς εἰρήνης, τῆς εὐδαιμονίας ἀπολαῦσαι.
Ἡμεῖς δ’ ἐπαγγελλώμεθα καὶ τὸ λοιπὸν1 θεραπεύσειν τοὺς θεοὺς καὶ δίκαια πράξειν. Εἰ γὰρ ἐν τῷ παρελθόντι χρόνῳ εὐσεβῶς πράξαιμεν, οἱ θεοὶ εὔνοιαν ἡμῖν εἶχον. Καὶ ὑπὸ τῶν ἄλλων ἀνθρώπων – εἴτε συμμάχων εἴτε πολεμίων – εὖ ἠκούομεν, εἰ δίκαια ἔργα ἐργασαίμεθα. Ταύτης δὲ τῆς ἀρετῆς ἕνεκα οὕτως θαυμαζόμεθα, ὥστε σχεδὸν πανταχοῦ ὡς ἔπος εἰπεῖν παράδειγμα τῆς δικαιοσύνης ἐσμέν.“