Διάλογος, Lektion 42

Zählt ein Einzelner weniger als die Gemeinschaft?

Um 423 v. Chr. führte der Tragiker Euripides die Tragödie „Erechtheus“ auf. Darin schickt Poseidon, der sich mit der Niederlage gegen Athene nicht abgefunden hat und die Herrschaft des Königs Erechtheus über Athen ablehnt, seinen Sohn Eumolpos mit einem Heer gegen die Stadt.



3


6


9


12


15
Ὁ Ποσειδῶν εἶπεν· „Ἐρεχθεῖ, τῷ τῆς Ἀθηνᾶς ἐκγόνῳ, οὐ προσήκει τῆς πόλεως ἄρχειν. Διὸ κελεύω Εὔμολπον τὸν υἱὸν συλλέξαι πολλοὺς ὁπλίτας ὡς ἐπὶ τοὺς Ἀθηναίους στρατεύσοντα.“
Τοῦ στρατοῦ ἐπερχομένου ὁ Ἐρεχθεὺς ἐβουλεύσατο ἐν Δελφοῖς μαντεύσασθαι λογιζόμενος· „Εἴθε τοὺς πολεμίους ἐκβάλοιμεν. Εἴθε ὁ Ἀπόλλων ἡμᾶς μὴ καταλίποι. Εἰ γὰρ πυθοίμην τῆς Πυθίας βουλὴν χρηστήν. Εἴθ’ ἡμῖν εἴποι, πῶς κρείττονες τῶν πολεμίων ἐσόμεθα.“ Ὁ δὲ θεὸς ἐκήρυξε τόνδε τὸν χρησμόν· „Ἐὰν μὴ τὴν θυγατέρα ὑπὲρ τῆς
Rekonstruktion der Athene-Statue im Parthenon (Nashville, Tennessee, USA)
πόλεως θύσῃς, αἱ Ἀθῆναι οὐ σωθήσονται.“
Ὁ μὲν Ἐρεχθεὺς ταῦτ’ ἀκούσας ἐδάκρυσε, Πραξιθέα δ’ ἡ γυνὴ ἐφθέγξατο· „Εἰ μὴ ἕτοιμος εἴης τὴν παρθένον τῆς σωτηρίας χάριν θῦσαι, ἀπεχθάνοιο ἂν τοῖς ἀστοῖς. Αἴσχιστα γὰρ κακὰ πάθοιεν ἄν. Ἡ δ’ ἰδιώτου τινὸς σωτηρία οὔποτ’ ἴση ἂν εἴη τῇ πάσης τῆς πόλεως σωτηρίᾳ. Τί μετέσται ἔτι ἡμῖν τὴς πόλεως, ἐὰν οἱ πολέμιοι αὐτὴν λάβωσιν; Πρὸς δὲ τούτοις εἰ ὁ Εὔμολπος ἡμῶν περιγένοιτο, ὁ Ποσειδῶν κατέχοι ἂν τὴν τῆς Ἀθηνᾶς πόλιν. Εἰ μέντοι τῷ χρησμῷ πειθοίμεθα, τοῦτο συμφέροι ἂν τῇ πόλει καὶ τῇ θεᾷ. Εἴθ’ ἡ Ἀθηνᾶ καὶ νῦν ἡμῖν σύμμαχος γένοιτο.“

Tatsächlich opfert Erechtheus seine Tochter und zieht gegen Eumolpos in den Kampf, in dem beide Könige sterben. Als Poseidon aus Wut über den Tod des Eumolpos Athen durch ein Erdbeben vernichten will, gebietet ihm Athene Einhalt. Sie setzt fest, dass für Erechtheus auf der Akropolis ein Heiligtum errichtet wird, in dem aber auch Poseidon verehrt werden soll.