Τῆς πόλεως τρία ἤδη ἔτη εἰργμένης οἱ Αἰγινῆται περὶ ὁμολογίας
1 ἐβουλεύοντο. Ἔνιοι
τῶν ῥητόρων συνεβούλευσαν τάδε· „Ἆρ’ οὐ γιγνώσκετε τοὺς Ἀθηναίους κρείττονας ἡμῶν ὄντας; Οὗτοι οὐκ ἀπαγορεύουσιν ἀπείργοντες τὴν πόλιν τῷ στρατῷ, ἡμεῖς δὲ διαφθειρόμεθα ἅτε ἐνδεεῖς ὄντες ἐπιτηδείων. Ἐὰν τὴν ὁμολογίαν μὴ δεξώμεθα
2, οὐδεὶς τὸν θάνατον φεύξεται. Οἱ γὰρ Ἀθηναῖοι ἄνευ ἐλέου σπουδάσονται τὴν ἡμετέραν πόλιν διαλῦσαι. Ἐὰν δέ τις ἡμῶν ἐκ τῆς πόλεως ἀποδιδράσκῃ, διώξουσιν αὐτὸν ἀνὰ πᾶσαν τὴν νῆσον. Τὴν δ’ ὁμολογίαν δεξάμενοι
2 εἰρήνης ἀπολαύσομεν. Οὐδεὶς οὖν θαυμάσεται, ἐὰν γιγνώσκωμεν εἰρήνην ἀντὶ θανάτου ἑλέσθαι. Ἄγετε, μὴ αἰσχυνώμεθα τὰ ὠφέλιμα πρᾶξαι.“
Οἱ δ’ ἄλλοι εἶπον· „Ἡ ὑμετέρα γνώμη λόγῳ μὲν φρόνιμος εἶναι φαίνεται, ἔργῳ δ’ ἀνόητός ἐστιν. Ἆρ’ οὐκ αἰσχύνεσθε συμβουλεύοντες τὴν ἀνόσιον ἀρχὴν τὴν τῶν Ἀθηναίων; Εἰ οἴεσθε οὕτως εἰρήνην ἔσεσθαι, φαίνεσθε ψευδόμενοι. Οἱ γὰρ Ἀθηναῖοι τραχέως
Der Tempel der Göttin Aphaia auf der Insel Aigina
ἡμῶν ἄρξουσιν· Τὰ μὲν κτήματα ἡμῶν κλέψουσι, τὰς δὲ ναῦς ἁρπάσουσιν. Τοὺς μέν τε βοῦς καὶ τὰς αἶγας οἱ λεγόμενοι σύμμαχοι ἀπάξουσιν, ἡμᾶς δ’ ἀτιμάσουσιν ὡς ἀνδράποδα. Οὐκ ἄρα ἐν ἡσυχίᾳ, ἀλλ’ ἐν δουλείᾳ βαρυτάτῃ διάξομεν. Κακῶς ἀκουσόμεθα ὑπὸ τῶν ἄλλων Ἑλλήνων. Διὸ ὑμῖν ἀπαγορεύομεν μὴ ἀποβαλεῖν
(!) τὴν ἡμετέραν ἐλευθερίαν.“
Schließlich mussten sich die Einwohner Aiginas dem Druck der Belagerung beugen und kapitulieren: Die Athener zwangen sie zum Eintritt in den Delisch-Attischen Seebund und forderten Jahr für Jahr hohe Tribute.