Τῶν νεῶν εἰς τὴν ἀμφὶ Σαλαμῖνα
1 ἅλα ἀφικομένων οἱ τῶν Ἑλλήνων ἡγεμόνες εἰς μέγιστον δέος ἐνέπεσον. Τοῖς γὰρ πλείστοις ἐλπὶς τῆς σωτηρίας οὐκέτι ἦν. Εἰς βουλὴν οὖν ἁθροισθέντες εἶπον· „Δέος τοῦ τῶν βαρβάρων στόλου ἡμᾶς κατέχει. Οἱ γὰρ Πέρσαι τῷ πλήθει καὶ τῷ μεγέθει τῶν νεῶν πολλῷ κρείττονές εἰσιν ἡμῶν. Ἄγετε, φύγωμεν εἰς τὴν Πελοπόννησον
2, ἵνα ἀπείργωμεν τοὺς πολεμίους αὐτῆς τὸν Ἰσθμὸν τειχίζοντες
3.“ Ἔνθα ὁ Θεμιστοκλῆς ἐμέμψατο τὴν τῶν ἄλλων ἀθυμίαν· „Ἐάν τις φόβῳ θανάτου ταραττόμενος τῇ πατρίδι μὴ ἀμύνῃ, ἔχθιστός μοί ἐστιν. Ἐὰν μὴ νῦν εἰς ἀλκὴν τῶν πολεμίων ἔλθωμεν, οἱ Πέρσαι ἐν ὀλίγῳ πάσης τῆς Ἑλλάδος ἄρξουσιν. Ἐὰν μέντοι ἐν ναυμαχίᾳ
4 τῆς τῶν βαρβάρων νίκης τύχωμεν, ἀπαλλάξομεν πάντας τοὺς Ἕλληνας τῆς δουλείας.“
Der Perserkönig Xerxes. Szenenfoto einer Aufführung der „Perser“ des Aischylos am 25.07.2020 in Epidauros (Regisseur: Dimitris Ligniadis, Fotografin: Marilena Anastassiadou, Griechisches Nationaltheater)
Μετὰ δὲ ταῦτα ὁ Θεμιστοκλῆς ἔλαθε τοὺς ἄλλους ἡγεμόνας πέμψας οἰκέτην τινὰ πρὸς τὸν Ξέρξην, ἵνα αὐτὸν λόγοις ποικίλοις πρὸς ναυμαχίαν
4 ἐγγὺς τῆς νήσου προτρέψῃ· „Ὦ βασιλεῦ, δι’ εὔνοιάν σου σημαίνω σοι, ὅτι καιρὸς μάχης πάρεστιν. Οἱ γὰρ τῶν Ἑλλήνων στρατηγοὶ ἐν νῷ ἔχουσι φυγεῖν. Ἐὰν οὖν αὐτίκα ναυμαχίας
4 ἄρξῃ, ῥᾷστα τὰς ναῦς τὴν τάξιν λειπούσας διαλύσεις.“
Tatsächlich vertraute Xerxes dieser Botschaft und gab das Zeichen zum Angriff.