Διάλογος, Lektion 35

Tyrannenmord in Athen?

Harmodios und Aristogeiton, die den Tyrannen Hipparchos ermordet hatten, wurden in Athen als Befreier von der Tyrannis angesehen und deshalb geehrt. Der Historiker Thukydides ist in seiner Darstellung der Ereignisse der Ansicht, dass es bei der Tat gar nicht um Politik ging.



3


6


9


12


15


18


21
Statuen der Tyrannenmörder (München, Museum für Abgüsse Klassischer Bildwerke)
Ἁρμόδιος καὶ Ἀριστογείτων λαμπρότεροί εἰσιν ἢ πολλοὶ ἄλλοι πολῖται. Οἱ γὰρ Ἀθηναῖοι πεπεισμένοι εἰσὶν αὐτοὺς ἔργῳ θρασυτάτῳ τὴν τυραννίδα διαλελυκέναι. Διὸ ἐκείνοις ἵδρυνται ἀνδριάντας τέχνῃ θαυμαστοτάτῃ ἐξειργασμένους καὶ ἀμφότεροι θεραπεύονται ὥσπερ ἥρωες εὐκλεέστατοι. Αὕτη δ’ ἡ δόξα ψευδής ἐστιν· οἱ γὰρ Ἀθηναῖοι ἁμαρτάνουσι τοῦ ἀληθοῦς. Τῇ ἀληθείᾳ ὧδε ἔχει· Οὐ τῆς ἐλευθερίας ἕνεκα, ἀλλὰ διὰ ἔριν ἰδίαν τὸν τύραννον κατειργάσαντο.
Τοῦ Πεισιστράτου ἀποθανόντος οἱ υἱοὶ τὴν τυραννίδα ἐδέξαντο. Ἱππίας μὲν πρεσβύτερος τοῦ ἀδελφοῦ καὶ σωφρονέστερος ὢν τῶν πολιτικῶν ἐφρόντιζεν, Ἵππαρχος δὲ νεώτερος ὢν διῆγε θρασύτερον καὶ ἀπέλαυε τῶν ἡδονῶν. Οὗτος οὖν ὠρέγετο τῆς τοῦ Ἁρμοδίου φιλίας, ὃν πάντες κάλλιστον τῶν τότε νεανιῶν ἐνόμιζον. Ἁμαρτὼν δὲ τῆς φιλίας αὐτοῦ εἰς μεγίστην ὀργὴν ἐνέπεσε καὶ ἠτίμασε τὸν Ἁρμόδιον δεινότατα. Ὁ δὲ ταύτην τὴν αἰσχύνην οὐκ ἀνεχόμενος Ἀριστογείτονι τῷ φίλῳ εἶπεν· „Ὦ βέλτιστε, οὐκ ἔστι μεῖζον κακὸν τῆς τυράννων ὕβρεως. Ἄμεινόν ἐστιν ὡς τάχιστα τιμωρίαν παρὰ τοῦ Ἱππάρχου λαβεῖν ἢ κάκιστα ἀκούειν ὑπὸ τῶν πολιτῶν. Εἰπέ μοι· Ἆρα παρέσῃ ταύτῃ τῇ πράξει;“ Τοῦ δὲ φίλου ἑτοίμου ὄντος ἀμφότεροι ἐν ἑορτῇ τινι τὸν Ἵππαρχον ἐφόνευσαν.