Διάλογος, Lektion 33

Religion oder Naturwissenschaft?

In einer Lehrschrift erforscht Hippokrates von Kos die Ursachen der Epilepsie, die in der Antike als „heilige Krankheit“ bezeichnet wurde.



3


6


9


12


15


18


21
Βεβούλευκα ἐν τῷδε τῷ βιβλίῳ τὴν αἰτίαν ἀποφαίνειν, δι’ ἣν ἡ ἱερὰ λεγομένη νόσος ἀληθῶς γίγνεται. Ἤδη γὰρ πολλοὶ πολλὰ βιβλία περὶ ταύτης τῆς νόσου γεγράφασιν, ἐν οἷς ψευδῶς δεδοξάκασι τοὺς ταύτην τὴν νόσον κάμνοντας ὑπὸ τῶν θεῶν κολάζεσθαι. Tοὺς πολλοὺς δήπου πεπείκασιν, ὅτι οἱ θεοὶ τῆς ἱερᾶς νόσου αἴτιοί εἰσιν. Καὶ δὴ καὶ ἔνιοι τῶν ἰατρῶν προστετάχασι τοῖς ἀσθενέσιν· „Θύετε τοῖς θεοῖς. Οὕτως γὰρ τῆς
Darstellung des Hippokrates aus dem 14. Jh.
νόσου ἀπολυθήσεσθε.“
Ἀλλὰ ῥᾴδιόν ἐστιν ἐλέγξαι, ὅτι ἡ τούτων δόξα καταγέλαστός ἐστιν. Δῆλον γάρ ἐστιν, ὅτι οὐδεὶς πώποτε ταύτῃ τῇ θεραπείᾳ1 τὴν νόσον διαλέλυκεν. Τοὺς γὰρ κάμνοντας καίπερ ὁσίως καὶ κατὰ τοὺς νόμους τεθυκότας τὸ κακὸν ὀλίγῳ ὕστερον αὖθις λαμβάνει.
Ἐγὼ δὲ πολλῇ σπουδῇ περὶ ταύτην τὴν νόσον ἐσπουδακὼς καὶ πολλοὺς κάμνοντας τεθεραπευκὼς δυνατός εἰμι τὰς αἰτίας σαφῶς φράζειν· Τὸ φλέγμα2 ἐν τῷ σώματι ἄγαν πυκνὸν γενόμενον εἴργει τὴν κεφαλὴν τοῦ αἵματος3. Τῆς δὲ κεφαλῆς βλαφθείσης ἐν ὀλίγῳ ἡ ἱερὰ λεγομένη νόσος γίγνεται.
Πέπαυκα οὖν τὴν νόσον οὕτως· Εἴθικα τοὺς κάμνοντας πίνειν καὶ ἐσθίειν τροφὴν ἐπιτηδείαν ὡς τὸ φλέγμα2 διαλύσοντας.
_______________________________
1) ἡ θεραπεία, ας: das Heilverfahren, die Therapie
2) τὸ φλέγμα, ατος: der Schleim
3) τὸ αἷμα, ατος: das Blut