Διάλογος, Lektion 32

Heraklit von Ephesos – ein Einzelgänger

Bei einem Gespräch zwischen Sokrates und seinen Freunden kommt die Rede auch auf Heraklit aus Ephesos. Einer der Freunde erzählt:



3


6


9


12


15


18


21
Ἑτοίμως ὑμῖν τὸν τοῦ Ἡρακλείτου βίον ἀποφαίνειν βούλομαι. Ἐγὼ γὰρ τοῦτον τὸν ἄνδρα θαυμάζω καὶ σέβομαι ὡς ἀληθῶς σοφὸν ὄντα. Ἀλλ’ ἐν τῇ πατρίδι ὑπὸ τῶν ἀστῶν κακῶς ἤκουσεν. Οὐ γὰρ μανθάνοντες τὰς τοῦ σοφοῦ διανοίας ἐνόμιζον τὰ ἔπη αὐτοῦ – ὡς „ἓν πάντα“ – σκοτεινὰ1 εἶναι. Ὁ δὲ δεινῶς ὠνείδισεν αὐτοῖς λέγων· „Ἀτεχνῶς ἀνόητοί ἐστε. Οὐ γὰρ μετέχετε τῆς γνώμης οὐδ’ ἱκανοί ἐστε τοὺς τῆς φύσεως νόμους σαφῶς γιγνώσκειν. Διὸ σωφρόνως πράξω ἐπιτρέψας τὸ βιβλίον, ὃ περὶ τῆς φύσεως ἔγραψα, οὐχ ὑμῖν, ἀλλὰ τῇ Ἀρτέμιδι.“
Ὅμως οἱ Ἐφέσιοι2 ἱκέτευσαν αὐτὸν νόμους ἑαυτοῖς κατασκευάσαι. Ὁ δ’ ἀποκρινόμενος εἶπε τραχέως· „Πολλῷ μᾶλλον ἐθέλω σὺν τοῖς παισὶ παίζειν ἢ πολιτεύεσθαι μεθ’ ὑμῶν.“ Ὀλίγῳ ὕστερον ἀπέλιπε τὴν πόλιν ὡς διάξων ἐν τοῖς ὄρεσιν. Νόσῳ δέ τινι χαλεπῶς πιεζόμενος
Dirck van Baburen, Heraklit und Demokrit, frühes 17. Jh. (Kaunas, Staatl. M. K. Ciurlionis Kunstmuseum)
εἰς τὸ ἄστυ ἐπανῆλθε καὶ ἐκέλευσε τοὺς ἰατροὺς θεραπεῦσαι αὐτόν. Ἀλλ’ οὗτοι, ὅτι περὶ τὴν νόσον αἰνιγματωδῶς3 εἶπεν, ἔψεξαν αὐτόν· „Δαιμόνιε, ἡδέως σε θεραπεύσομεν. Εἰ δὲ μὴ ἡμᾶς διδάσκεις, τίσιν ἄλγεσι πιέζῃ, ἀδύνατον ἔσται θεραπεῦσαί σε ἐπιεικῶς.“ Ταῦτα ἀκούσας ὁ σοφὸς ταχέως ἀπῆλθε (!) μάλιστα ὀργιζόμενος τῇ ἀμαθίᾳ αὐτῶν.
_______________________________
1) σκοτεινός, ή, όν: dunkel
2) οἱ Ἐφέσιοι, ων: die Ephesier, Εinwohner von Ephesos
3) αἰνιγματωδῶς (Adv.): rätselhaft