Διάλογος, Lektion 30

Periander – Tyrann von Korinth

Der Geschichtsschreiber Herodot erzählt, dass Periander anfangs ein guter Herrscher von Korinth sein wollte.



3


6


9


12


15


18


21
Περὶ τῆς τοῦ Περιάνδρου ἀρχῆς Ἡρόδοτος τάδε λέγει·
Ὁ Περίανδρος βασιλεὺς τῶν Κορινθίων1 γενόμενος ἄπειρος τοῦ ἄρχειν ἦν. Διὸ πρέσβεις τινὰς ἐν νηῒ ἔπεμψε πρὸς Θρασύβουλον, τὸν τῆς Μιλήτου2 δεσπότην, ὃς τὴν πόλιν μεγάλῃ ἰσχύι κατεῖχεν. Ἐβούλετο γὰρ πυθέσθαι, τίνι τρόπῳ ἐξέσται τοὺς πολίτας στάσεως κωλύειν καὶ τὴν ἑαυτοῦ δύναμιν σῴζειν. Τῶν πρέσβεων εἰς τὴν Κόρινθον1 ἐπανελθόντων ὁ Περίανδρος πρόθυμος ἦν μαθεῖν τὴν τοῦ Θρασυβούλου βουλήν. Οἱ δὲ πρέσβεις εἶπον τάδε·
„Ὁ Θρασύβουλος φανερός ἐστι μαινόμενος. Οὐ γὰρ οὐδαμῶς οὐδὲν πρὸς τὸ ἐρώτημά3 σου ἀποκρινόμενος ἡμᾶς ἤγαγεν ἔξω τοῦ ἄστεως εἰς λήϊόν4 τι βαθύ. Ἐκεῖ δὲ τοὺς ὑπερέχοντας τῶν ἀσταχύων5 ξίφει ὀξεῖ ἔτεμεν. Μετὰ δὲ ταῦτα ἀπεπέμφθημεν (!) ὑπ’ αὐτοῦ. Ἆρα σὺ μανθάνεις ταύτην τὴν θαυμασίαν πρᾶξιν;“
Τῷ δὲ Περιάνδρῳ σοφῷ ὄντι ἐν βραχεῖ ἡ τοῦ Θρασυβούλου βουλὴ δήλη ἐγένετο. Αὐτίκα τοὺς πολίτας, οἵτινες τῶν ἄλλων ὑπερεῖχον ἄγαν πλούσιοι ἢ θρασεῖς ὄντες, ἐξέβαλεν ἢ θανάτῳ ἐκόλασεν ὡς ἐχθροὺς ἑαυτῷ ὄντας. Ὁ Ἡρόδοτος
Paulus Moreelse (1571 – 1638), Periander, der Tyrann von Korinth (Wien, Stadtpalais Liechtenstein)
ἀποφαίνει τὸν Περίανδρον ταύτῃ τῇ πράξει ἐξ εὐμενοῦς βασιλέως γενόμενον τύραννον τραχύν.
_______________________________
1) οἱ Κορίνθιοι, ων: die Korinther – ἡ Κόρινθος, ου: Korinth
2 ἡ Μίλητος, ου: (die Stadt) Milet
3 τὸ ἐρώτημα, ατος: die Frage
4 τὸ λήϊον, ου: das Getreidefeld
5 ὁ ἄσταχυς, υος: die Ähre