Διάλογος, Lektion 25

Ein Heilungsbericht aus Epidauros

Das Asklepios-Heiligtum in Epidauros (ἡ Ἐπίδαυρος, τῆς Ἐπιδαύρου) war in der Antike ein vielbesuchter Ort:



3


6


9


12


15


18


21
Ἐκ πάσης τῆς Ἑλλάδος πολλάκις ἄνθρωποι παντοίοις κακοῖς πιεζόμενοι εἰς Ἐπίδαυρον ἦλθον. Οὗτοι ἡμέρας τινὰς ἐκεῖ διῆγον ἐλπίζοντες τὸν Ἀσκληπιὸν σωτηρίαν ἑαυτοῖς κατεργάσεσθαι. Δῆλόν ἐστι τὸν θεὸν πολλοῖς τῶν νόσον καμνόντων σωτηρίαν κακῶν πορίσαι. Ἔνιοι γὰρ τῶν κακῶς ἐχόντων, ἐπειδὴ σωτηρίας ἔτυχον, ἐμνημόνευσαν πάντα, ἃ ἐγένετο.
Καὶ πατήρ τις χαίρων τῇ τοῦ Ἀσκληπιοῦ βοηθείᾳ τάδε ἔγραψεν· Τὴν ἐμαυτοῦ θυγατέρα τυφλὴν οὖσαν πρὸς πολλοὺς ἰατροὺς ἔπεμψα. Ἀλλ’ οὗτοι καίπερ τοῦ θεραπεύειν
Robert Thom, Heilbehandlung in Epi­dauros (aus: History of medicine in pictures, 1957)
ἐπιστήμονες ὄντες οὐ δυνατοὶ ἦσαν αὐτὴν τῆς χαλεπῆς νόσου ἀπολῦσαι. Διὸ σὺν αὐτῇ εἰς τὴν Ἐπίδαυρον πορεύεσθαι ἐβουλευσάμην καίπερ τῆς ὁδοῦ μακρᾶς οὔσης.
Οἱ ἰατροὶ ἡμᾶς ἐδέξαντο προστάττοντες τῇ θυγατρὶ τάδε· „Ὅστις τῆς τοῦ Ἀσκληπιοῦ βοηθείας ὀρέγεται, τοῦτον καθαρὸν εἶναι χρή. Λοῦσον1 οὖν τὰ ὄμματά τε καὶ τὸ σῶμα ὕδατι. Οὕτως καθαρὰ ἔσῃ. Ἔπειτα χρὴ ὑμᾶς μελιττούτας2 θῦσαι ὡς τέρψοντας τὸν θεόν.“ Ἐπεὶ νὺξ ἐγένετο, οἱ ἰατροὶ τὴν θυγατέρα εἰς τὸ ἄβατον3 ἐλθεῖν ἐκέλευσαν.
Αὐτῆς οὖν καθευδούσης ὁ θεὸς ἐν ὀνείρῳ ἥκει. Τῶν τῆς θυγατρὸς ὀμμάτων χερσὶν ἅπτεται ὡς παύσων τὴν νόσον. Αὕτη δ’ αὐτίκα ἐγείρεται ἐλευθέρα τοῦ κακοῦ οὖσα.
_______________________________
1) λούω ich wasche
2) ἡ μελιττοῦτα, ης der Honigkuchen
3) τὸ ἄβατον, ου die Schlafhalle



  1. Οἱ ἄνθρωποι οἱ νόσον     ?     εἰς Ἐπίδαυρον ἔρχονται.

Lösung

Οἱ ἄνθρωποι οἱ νόσον κάμνοντες εἰς Ἐπίδαυρον ἔρχονται.


  1. Οἱ ἰατροὶ τοῖς παρὰ τοῦ Ἀπόλλωνος σωτηρίαν     ?     τάδε προστάττουσιν·

Lösung

Οἱ ἰατροὶ τοῖς παρὰ τοῦ Ἀπόλλωνος σωτηρίαν ἐλπίζουσι τάδε προστάττουσιν·


  1. „Θύσατε τῷ θεῷ ὡς     ?     αὐτόν.“

Lösung

„Θύσατε τῷ θεῷ ὡς θεραπεύσοντες αὐτόν.“


  1. Ὁ Ἀπόλλων τοὺς     ?     θεραπεύει χερσὶ τῶν σωμάτων     ?    .

Lösung

Ὁ Ἀπόλλων τοὺς καθεύδοντας θεραπεύει χερσὶ τῶν σωμάτων ἁπτόμενος.


  1. Οὕτως τῶν πόνων     ?     τῇ τοῦ θεοῦ βοηθείᾳ χαίρουσιν.

Lösung

Οὕτως τῶν πόνων ἀπολυόμενοι τῇ τοῦ θεοῦ βοηθείᾳ χαίρουσιν.


  1. Οἱ ἄνθρωποι τῇ σωτηρίᾳ     ?     τῷ θεῷ δῶρα φέρουσιν.

Lösung

Οἱ ἄνθρωποι τῇ σωτηρίᾳ χαίροντες τῷ θεῷ δῶρα φέρουσιν.