Διάλογος, Lektion 24

Kroisos und das Orakel von Delphi

König Kroisos wollte sich bei allen wichtigen Entscheidungen seiner Sache ganz sicher sein und daher nur vom besten Orakel beraten werden. Nach gründlicher Prüfung kam er auch zu einem Ergebnis …



3


6


9


12


15


18


21
Κροῖσος, ὁ τῶν Λυδῶν1 ἄρχων, ἐπειδὴ πολλὰ τῶν λαμπρῶν μαντείων ἐξήτασεν, ἐνόμιζε μόνον τὸν ἐν Δελφοῖς θεὸν τὴν ἀλήθειαν κηρύττειν. Σεβόμενος τὸν Ἀπόλλωνα πολλοὺς ἀνδριάντας τε καὶ εἰκόνας εἰς Δελφοὺς ἔπεμψεν.
Ὅτε οὖν ἐπὶ τοὺς Πέρσας2 στρατεῦσαι ἐβούλετο, κήρυκάς τινας εἰς Δελφοὺς σπεῦσαι ἐκέλευσεν ὡς μαντευσομένους. Ἡ δ’ ἱέρεια τοῖς κήρυξιν εἰς τὸ ἱερὸν ἐρχομένοις τάδε εἶπεν· „Παντὶ ἀνθρώπῳ, ὃς ἐμοὶ πλησιάζει, συμβουλεύω. Ἅπαντες οἱ Ἕλληνες τοῖς ἐμοῖς λόγοις πιστεύουσιν. Ἐγὼ γὰρ ἐπιστήμων εἰμὶ τῶν μελλόντων. Σοὶ δέ, ὦ Κροῖσε, νῦν συμβουλεύω σώφρονι εἶναι καὶ τῆς σῆς πατρίδος φροντίζειν. Tοῖς Πέρσαις μαχόμενος μεγάλην ἀρχὴν διαλύσεις.“
Ὁ οὖν Κροῖσος, ἐπειδὴ πάντα ταῦτα ἐπύθετο, εὐδαίμων ἦν, ὅτι ᾤετο ἔσεσθαι ἐν ὀλίγῳ ἄρχων τῶν Περσῶν. Καὶ πάσης σωφροσύνης ἐπιλανθανόμενος πᾶσι τοῖς τῶν στρατιωτῶν ἡγεμόσι προσέταξεν· „Ὦ ἄνδρες, παρασκευάσατε σύμπαντα τὸν στρατὸν καὶ ἐπέλθετε τοῖς Πέρσαις2.“
Ἀλλ’ ἐν τῇ μάχῃ οἱ Πέρσαι τῶν Λυδῶν περιεγένοντο. Ἐνταῦθα ὁ Κροῖσος, ἐπειδὴ πᾶσαν
Kroisos auf dem Scheiterhaufen, attische rotfigurige Amphore um 500 v. Chr. (Paris, Louvre)
τὴν τοῦ χρησμοῦ ἀλήθειαν ἔμαθεν, ὠδύρετο· „Πάντες λέξουσιν ἐμὲ ἄφρονα εἶναι. Οὐ γὰρ τὴν τῶν πολεμίων, ἀλλὰ τὴν ἐμαυτοῦ ἀρχὴν διέλυσα.“
_______________________________
1) οἱ Λυδοί, ῶν: die Lyder
2) οἱ Πέρσαι, ῶν: die Perser