Διάλογος, Lektion 23

Bruderstreit in Delphi

Der Gott Apollon (ὁ Ἀπόλλων, -ωνος) war nicht von Anfang an Herr über Delphi. Er musste sich das Heiligtum erst von dem Drachen Python (ὁ Πύθων, -ωνος) erkämpfen und später auch noch gegen seinen Halbbruder Herakles verteidigen:



3


6


9


12


15


18
Ὁ Ἀπόλλων τὸ ἐν Δελφοῖς μαντεῖον ἱδρύσατο κατεργασάμενος τὸν Πύθωνα. Ἐκ δὲ τούτου τοῦ ὀνόματος ἡ ἱέρεια, ἣ τὰ τοῦ Ἀπόλλωνος βουλεύματα κηρύττει, ὑπὸ τῶν Ἑλλήνων Πυθία ὀνομάζεται. Καὶ oἱ ἐν Δελφοῖς ἀγῶνες ὄνομα ἔχουσι τὰ Πύθια1.
Καὶ ὁ Ἡρακλῆς ποτε κακῇ τινι νόσῳ2 πιεζόμενος εἰς Δελφοὺς παρεγένετο. Τῆς δὲ Πυθίας μαντεύσασθαι οὐ βουλομένης ὁ Ἡρακλῆς εἰς μεγάλην ὀργὴν ἐνέπεσεν· „Ὦ Ἄπολλον“, ἔφη, „ἅτε ἀλγεινῇ νόσῳ πιεζόμενος ἦλθον εἰς τὸ σὸν μαντεῖον. Πολλοῖς ἀνδράσι καὶ γυναιξὶν ἔξεστι βοηθείας τυγχάνειν παρὰ σοῦ. Διὰ τί νῦν μέλλεις ἐμέ, τὸν σεαυτοῦ ἀδελφόν, σώσειν;“
Der Dreifußstreit. Rotfigurige Schale des Phintias, um 520 v. Chr.
Μαινόμενος ἐβουλεύσατο τὸν τῆς Πυθίας τρίποδα3 ἁρπάσαι. Ἐπεὶ νὺξ ἐγένετο, εἰς τὸ ἱερὸν ἦλθεν. Ἀπόλλων δὲ ταῦτα ᾔσθετο καὶ τὸν ἑαυτοῦ ἀδελφὸν τοῦ δεινοῦ πράγματος ἐκώλυεν· Ἐπειδὴ ὁ Ἡρακλῆς τὸν τρίποδα χερσὶν ἔλαβεν, ὁ θεὸς αὐτῷ ἐπῆλθεν. Ἀλλ’ ὁ Ζεὺς κηδόμενος τῶν ἑαυτοῦ παίδων ἔπαυσε τὴν μάχην καὶ ἔταξε τάδε· „Ὦ παῖδες, ὑπακούσατε τῷ πατρί. Χρὴ τὸν τρίποδα ἐν τῷ μαντείῳ μένειν, ἡ δὲ Πυθία μαντεύσεται, τίνι τρόπῳ ὁ Ἡρακλῆς τῆς νόσου2 ἐλεύθερος ἔσται.“
_______________________________
1) τὰ Πύθια: die Pythien
2) ἡ νόσος, ου: die Krankheit
3) ὁ τρίπους, τρίποδος: der Dreifuß