Καλλιπάτειρα τὸν Πεισίροδον ἔψεξε τοῖσδε τοῖς λόγοις· „Ὦ υἱέ, πάνυ μὲν φιλότιμος εἶ, ἄγαν δὲ νέος. Οὐκ ἐπιτρέψω σοι ἄνευ ἐμοῦ Ὀλυμπίαζε
1 πορεύεσθαι. Τίς σε φυλάξει πορευόμενον; Πολλοὺς κινδύνους κινδυνεύσεις. Κακοῦργοί τινες ἴσως βλάψουσί σε. Διὸ ἐγώ σε Ὀλυμπίαζε
1 ἄξω.“
Ὁ δ’ υἱὸς ταύτῃ τῇ βουλῇ οὐκ ηὐφραίνετο· „Mέγα κακὸν ἐξεργάσεσθαι μέλλεις, ὅτι οἱ νόμοι ἀπαγορεύουσι ταῖς γυναιξὶ
2 μὴ παρεῖναι τοῖς Ὀλυμπίοις.“
Ἡ δὲ Καλλιπάτειρα· „Νόμοις ἀδίκοις οὐ πείσομαι. Ἄνευ ἐμοῦ οὐδαμῶς πορεύσῃ. Ἱμάτιον ἀθλητοῦ
(!) τινος ἀμπεχομένηε
3 δυνατὴ ἔσομαι παρὰ τοὺς νόμους ἔρχεσθαι εἰς τὸ στάδιον
(!). Πορεύσομαι ἅμα σοὶ ὡς παρεσομένη τοῖς ἱεροῖς.“
Tatsächlich gelangen Kallipateira und Peisirodos unbehelligt nach Olympia. Dort erringt Peisirodos wie schon sein Großvater und seine Onkel einen Sieg im Faustkampf. Kallipateira ist außer sich vor Begeisterung …
Terrakotta-Spule des Penthesilea-Malers, ca. 450 v. Chr. (New York,
Metropolitan Museum of Art)
Τοῦ Πεισιρόδου τὸν στέφανον δεχομένου ἡ Καλλιπάτειρα τῇ νίκῃ εὐφραίνεται. Αὐτίκα πρὸς τὸν υἱὸν τρέχει ὡς ἀσπασομένη αὐτόν. Δρόμῳ δ’ ἐξαίφνης ἀπορρίπτειε
4 τὸ ἱμάτιον καὶ γυμνή ἐστιν. Οἱ δὲ δικασταὶ καταλαμβάνουσιν αὐτὴν καὶ ἁθροίζονται ὡς βουλευσόμενοι περὶ αὐτῆς.
Τέλος τάδε κηρύττουσιν· „Διὰ τὴν τοῦ υἱοῦ νίκην φεισόμεθά σου. Ἐλευθέρα ζημίας ἔσῃ. Ἀπὸ δὲ τούτου τοῦ χρόνου νόμος ἔσται τοὺς ἀθλητὰς (!) ἀγωνίζεσθαι γυμνούς. Οὕτως τὰς γυναῖκαςε
2 εἰς τὸ στάδιον (!) παραγίγνεσθαι κωλύσομεν.“