Διάλογος, Lektion 21

Pelops und Oinomaos

Ein erfahrener Athlet (ὁ ἀθλητής) erklärt seinem Freund die Darstellung am Ostgiebel des Zeustempels in Olympia.



3


6


9


12


15


18
Φίλος·
Ἀθλητής·

Φίλος·
Ἀθλητής·




Φίλος·
Ἀθλητής·




Φίλος·
Ἀθλητής·
Τίς ἐστιν ὅδε ὁ καλὸς κἀγαθὸς νεανίας καὶ τίνος υἱός ἐστιν;
Πέλοψ ἐστίν, ὁ τοῦ Ταντάλου υἱός, ὃς δόλῳ τὴν τοῦ Οἰνομάου κόρην πρὸς γάμον ἤγαγεν.
Διὰ τί ἀναγκαῖον ἦν δόλον εὑρεῖν;
Ὁ Οἰνόμαος περὶ τῆς κόρης μαντευσάμενος τόνδε τὸν χρησμὸν ἐπύθετο, ὡς λέγουσί τινες τῶν ποιητῶν· „Μὴ ἐπίτρεπε, ὦ δέσποτα,νεανίαν τινὰ τὴν κόρην πρὸς γάμον ἀγαγεῖν. Σοὶ γὰρ μοῖρά ἐστιν ὑπὸ τούτου  ποθανεῖν.“ Διὸ ὁ Οἰνόμαος ἐσπούδαζε τοὺς νεανίας, οἳ τῆς γενναίας κόρης ὠρέγοντο, τοῦ γάμου κωλύειν.
Τίνι τρόπῳ αὐτοὺς ἐκώλυεν;
Τὸ κακὸν ἀποτρέψαι βουλόμενος τοῖς φιλοτίμοις νεανίαις, οἵτινες τὴν κόρην πρὸς γάμον ἀγαγεῖν ἤθελον, τάδε ἔλεγεν· „Οὐ πρέπει δειλόν τινα τῆς ἐμῆς κόρης τυχεῖν. ᾯτινι αὐτῆς μέλει, τοῦτον ἀγωνίζεσθαι πρὸς ἐμὲ ἱπποδρομίᾳ1 χρή. Οὗτινος δ’ ἐγὼ περιγίγνομαι, θανάτου ἄξιός ἐστιν.“ Καὶ ὅστις νεανίας ἠγωνίζετο πρὸς αὐτόν, ἀπεκτείνετο.
Τίνι δόλῳ ὁ Πέλοψ τῆς νίκης ἔλαχεν; Ἆρα συνέλαβέ τις αὐτῷ;
Μυρτίλος, ὁ τοῦ Οἰνομάου δοῦλος, ὃν ὁ Πέλοψ ἀργυρίῳ τε καὶ δώροις τισὶν ἔπεισεν ἐπίκουρον γενέσθαι, τοὺς τροχοὺς2 ἔλυσεν. Οὕτως ὁ Οἰνόμαος ἐκ τῆς ἁμάξης3 ἔπεσε καὶ ἀπέθανεν.
———————————————————
1) ἡ ἱπποδρομία, ας: das Wagenrennen
2) ὁ τροχός, οῦ: das Rad
3) ἡ ἅμαξα, ης: der Wagen

Übung 21 Nr. 2 (S. 209)