3
6
9
12
Πλησίον τοῦ ποταμοῦ Νέσσος διῆγεν. Οὗτος τοὺς πορευομένους, οἳ τὸν ποταμὸν διαβαίνειν ἤθελον, ἔφερε διὰ τοῦ ποταμοῦ μισθὸν δεχόμενος. Ὁ οὖν Ἡρακλῆς ἐπέτρεψε τὴν Δηιάνειραν τῷ Νέσσῳ καὶ ἐκέλευσε κομίζειν αὐτὴν διὰ τοῦ ποταμοῦ. Νέσσος μὲν ὑπήκουσεν, ἀλλ’ ἐν μέσῳ τῷ ποταμῷ ἐξαίφνης ἐβιάζετο τὴν Δηιάνειραν. Ὁ δ’ Ἡρακλῆς, ἐπειδὴ ταῦτα ἔβλεψεν, „Ἐγώ“, ἔφη, „ἁπλόος1 ἦν, ἐπεὶ Δηιάνειραν τῷ Κενταύρῳ ἐπέτρεψα. Oὗτος γὰρ ἤδη πάλαι πονηρὸς ἦν. Διὸ οὔποτε φίλοι ἦμεν. Καὶ νῦν τὰ αὐτὰ κακὰ ἐπιτηδεύει, ἃ καὶ πρότερον ἐξειργάζετο. Νῦν δ’ ἄγαν ὕβρισεν.“
Αὐτίκα εἰς ἐκεῖνον τὰ τόξα ἐτόξευσεν2, ἃ εἶχεν. Ταῦτα δὲ δεινὰ ἦν, ἐπεὶ Ἡρακλῆς αὐτὰ τότε εἰς τὸ φάρμακον τὸ τῆς Ὕδρας αὐτῆς ἔβαψεν3. Οὕτως τὸν Νέσσον ἐφόνευσεν. Ἐν δὲ τῷ ἀποθνῄσκειν ὁ Κένταυρος τιμωρίας ἕνεκα τῇ Δηιανείρᾳ συνεβούλευσεν· „Ἡ αὐτὴ συμφορὰ ἐμοὶ μὲν θάνατον, σοὶ δ᾿ ἡδονὴν παρέχει. Τὸ γὰρ αἷμά4 μου φάρμακόν ἐστιν, ᾧ ἔξεστι τὴν φιλίαν σῴζειν, εἰ χρή. Λάμβανε καὶ φύλαττε αὐτό.“ Ἡ δὲ Δηιάνειρα, ὅτι οὐχ ὑπώπτευσε ταύτην τὴν βουλὴν δόλον εἶναι, ἐδέξατο τὸ αἷμα4.