Διάλογος, Lektion 10

Theseus und Ariadne



3


6




9


12
Ὁ Θησεὺς λείπει τὴν Ἀριάδνην, ὅτι ἀναγκάζεται ὑπακούειν τοῖς τοῦ Διονύσου λόγοις. Νῦν ὁ νεανίας σὺν τοῖς ἑταίροις διὰ τῆς θαλάττης ἐλαύνει καὶ πόνοις πιέζεται.
Λέγει· «Οἱ μὲν ἑταῖροι ὑπ’ ἐμοῦ σῴζονται καὶ οἴκαδε ἄγονται. Ἡ δ’ Ἀριάδνη ὑφ’ ἡμῶν λείπεται. Ὑπολαμβάνω τὴν κόρην νῦν φόβοις πιέζεσθαι. Ὦ Ἀριάδνη, ἆρ’ οὐ κινδύνοις ταράττῃ; Ἆρ’ ὑπὸ τοῦ θεοῦ φυλάττῃ; Ἀλλὰ πίστευε ἐμοί· Οὐ μόνον σὺ βλάπτῃ τῇ τύχῃ, ἀλλὰ καὶ ἐγὼ βλάπτομαι. Σὺ μὲν γὰρ λείπῃ ὑπὸ τοῦ φίλου, ἐγὼ δ’ ὑπὸ τοῦ Διονύσου κελεύομαι ἄνευ σοῦ οἴκαδε ἐλαύνειν. Διὸ ἡμεῖς ὁμοίως τῇ τύχῃ βλαπτόμεθα. Νομίζω ἡμᾶς ὁμοίως ὑπὸ τῶν θεῶν διαφθείρεσθαι.» Καὶ ὄντως ὁ νεανίας δι’ ὀλίγου1 συμφορᾷ ἔχεται.

Aigeus hatte Theseus aufgetragen, bei der Rückkehr aus Kreta als Zeichen des Sieges über den Minotauros statt der bisher schwarzen Segel die weißen zu setzen.

Ὅτι ὁ Θησεὺς πόνοις θαράττεται, τὰ ἰστία2 οὐ μεταλλάττει. Αἰγεὺς δε, ὁ τύραννος, κλαίει, ὅτι τὰ σκοτεινὰ ἱστία3 βλέπει· «Ὦ θεοί, διαφθείρομαι ὑφ’ ὑμῶν. Οὐχ ἡδονὴ ἐμοὶ παρασκευάζεται, ἀλλὰ συμφορά. Ἄνευ τοῦ υἱοῦ ἡ ἀρχὴ σφάλλεται. Ὄλεθρος καὶ θάνατος ἐμοὶ νῦν παρασκευάζονται.» Εἰς τὴν θάλατταν καθάλλεται4 καὶ ἀποθνῄσκει.
_______________________________
1) δι’ ὀλίγου: nach kurzer Zeit — 2) τὸ ἰστίον: das Segel — 3) τὰ σκοτεινὰ ἱστία: die dunklen Segel — 4) καθάλλεται: er stürzt sich