Διάλογος, Lektion 9

Ariadne auf Naxos

Nach der Abfahrt von Kreta übernachtet Theseus mit Ariadne und den geretteten jungen Frauen und Männern auf der Insel Naxos. Am nächsten Morgen wacht Ariadne auf, aber irgendetwas stimmt nicht …



3


6


9


12
Ἡ Ἀριάδνη οὐκέτι καθεύδει. Βλέπει οὔτε τὰς κόρας οὔτε τὰς νεανίας. Οὐδαμοῦ ἀκoύει τὰς τῶν κορῶν καὶ τῶν νεανιῶν φωνάς. Θαυμάζει, ὅτι ἄπεισιν. Καὶ τὸ πλοῖον ἄπεστιν. Ποῦ ἐστιν ὁ Θησεύς;
Ἡ Ἀριάδνη εἰς φόβον ἐμπίπτει. Ἡ κόρη πρὸς τὴν θάλατταν τρέχει. Νῦν βλέπει τὸ πλοῖον ἐν τῇ θαλάττῃ. Γιγνώσκει, ὅτι αἱ κόραι καὶ οἱ νεανίαι σὺν τῷ Θησεῖ1 διὰ τῆς θαλάττης Ἀθήναζε2 ἐλαύνουσιν. Κλαίει· «Ὦ νεανία, τί ἐμὲ λείπεις; Ἆρ’ ἐμὲ διαφθείρειν ἐθέλεις; Τί ἐμοὶ κακὰ παρασκευάζεις;» Ἀλλ’ ὁ Θησεὺς τὴν κόρην οὐκ ἀκούει.
Ἡ δ’ Ἀριάδνη· «Νῦν μανθάνω καὶ ἐγώ, ὅτι ὁ Θησεὺς κακοῦργός ἐστιν. Τὴν τοῦ νεανίου ἀδικίαν οὐχ ὑπομένω. Ὦ θεοί, ὑμῶν ἐστι φυλάττειν τὰς κόρας. Πιστεύω ὑμᾶς δικαστὰς εἶναι τῶν ἀνθρώπων. Ἀνάγκη ἐστὶν ὑμᾶς ἐμοὶ μὲν ἀμύνειν, τὸν δὲ νεανίαν κολάζειν.»
Ἀλλ’ οἱ ποιηταὶ λέγουσι τὸν νεανίαν τὴν Ἀριάδνην ἐξ ἀνάγκης λείπειν· ¨ο γὰρ Διόνυσος τὴν κόρην πρὸς γάμον ἄγειν ἐθέλει.
_______________________________
1) τῷ Θησεῖ: Dat. Sg. zu ὁ Θησεύς — 2) Ἀθήναζε: nach Athen