Διάλογος, Lektion 7

Minos und der Minotauros

Minos, einer der Söhne von Zeus und Europa, will gegen große Widerstände König der Kreter werden. Dafür hat er sogar gute Argumente.



 1


5




10
Μίνως· „Ζεὺς τοῦ κόσμου ἄρχει. Ἐγὼ υἱὸς τοῦ θεοῦ εἰμι. Διὸ ἐθέλω τύραννος εἶναι. Ὦ θεοί, ἀεὶ σύμμαχοί ἐστε. Ἀμύνετέ μοι1 καὶ νῦν.“

Der Gott Poseidon unterstützt den Wunsch des Minos auf folgende Weise:

Ποσειδῶν ταῦρον ἐκ τοῦ πόντου πέμπει. Μίνως χαίρει τῷ τοῦ θεοῦ δώρῳ. Ὁ γὰρ δῆμος θαυμάζει τὸ θηρίον. Οἱ ἄνθρωποι λέγουσιν· „Τὸ θηρίον σημεῖον θεῶν ἐστιν. Οἱ θεοὶ σύμμαχοι τοῦ τυράννου εἰσίν. Διὸ θεραπεύομεν τὸν τύραννον.“
Ποσειδῶν δὲ κελεύει· „Μὴ φύλαττε τὸν ταῦρον, ὦ τύραννε, ἀλλὰ θῦε τὸν ταῦρον τοῖς θεοῖς.“ Ἀλλὰ Μίνως οὐχ ὑπακούει. Διὸ Ποσειδῶν κολάζει τὸν τύραννον· Πασιφάη
Der Palast von Knossos aus der Luft fotografiert
τίκτει τὸν Μινώταυρον. Ὁ Μινώταυρος πρόσωπον μὲν ἔχει ταύρου, σῶμα2 δ’ ἀνθρώπου. Νῦν οἱ ἄνθρωποι ἐν φόβῳ εἰσίν. Λέγουσιν· „Ἐν κινδύνῳ ἐσμέν. Ὦ Μίνως, τύραννος εἶ. Ἄμυνε τὰ κακά. Τὰ γὰρ κακὰ διαλύει τοὺς ἀνθρώπους. Διάφθειρε τὸ θηρίον.“ Μίνως δὲ κρύπτει τὸν Μινώταυρον ἐν τῷ λαβυρίνθῳ (!).
_______________________________
1) μοι (Dat.) mir
2) σῶμα (Akk. Sg.): Körper