Καιρός 55

Eine Majestätsbeleidigung



3


6


9
Ἡνίκα οἱ τέκτονες ἔζευξαν1 τὸν Ἑλλησπόντον, μέγας χειμὼν διέλυσε πάντα τὰ ἔργα. Ὁ δὲ Ξέρξης εἰς χαλεπὴν ὀργὴν ἐμπεσὼν ἐκέλευσεν κολάσαι τὸν πόντον λόγοις καὶ ἔργοις. Ἐπέμφθησαν οὖν κήρυκες, ἵνα εἴπωσιν· «῏Ω πικρὸν ὕδωρ, εἴης ἄ-τιμον (!) καὶ κακῶς ἀκούοις ὑπὸ πάντων τῶν ἀνθρώπων. Μηδείς σοι εὐσεβὴς καὶ δίκαιος ὢν ἔτι θύοι, ἐπεὶ τὸν βασιλέα ἔβλαψας καίπερ οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν. Κολάζοιο λαμβάνον στίγματα2 ἀλγεινὰ καὶ τριακοσίας πληγάς3. Φέροις καὶ τούσδε τοὺς δεσμούς· σημαίνουσι γὰρ Ξέρξην καρτερὸν δεσπότην σου ὄντα. Εἰ γὰρ συμπάντες οἱ ὑβρίζοντες ὡσαύτως κατέχοιντο. Εἴθε ὀδύροιντο καὶ κλαίοιεν.» Πρὸς δὲ τούτοις ὁ Ξέρξης ἐκέλευσεν ἀποτεμεῖν (!) τῶν τεκτόνων τὰς κεφαλάς, ὁμοῦ δὲ προσέταξεν ἄλλοις ζεύξαι τὸν Ἑλλήσποντον. – Τίς οὐκ ἂν μέμφοιτο τοιαύτην ὕβριν;
_______________________________
1) ἔζευξα (Aor.) hier: ich überbrückte
2) τὸ στίγμα, -ατος hier: das Brandmal
3) ἡ πληγή, -ῆς: der Hieb, Schlag

Xerxes I.
Relief des Xerxes am Eingang seines Palastes in Persepolis


Interaktive Aufgaben zum Kapitel

Lerne und übe den Wortschatz:
Grammatik Inhalt