Καιρός 43



3


6


9
„Φονευθήσῃ τοῦ σοῦ υἱοῦ χερσὶ καὶ πᾶς ὁ σὸς οἶκος βλαβήσεται.“
Λάϊος οὖν σωφροσύνῃ ἀπαλλαγήσεσθαι ὀλέθρου ἤλπιζε· ἀλλ’ οὐκ ἀπετράπη ἡ συμφορά. Μεθύων1 γὰρ ἔτεκε τέκνον, ὃ ἐκτεῖναι2 ἔταξεν. Τὸ δὲ σωθὲν ὠνομάσθη Οἰδίπους καὶ τῷ Κορινθίῳ δυνάσθῃ ἐπιτραπὲν ἐτράφη παρ’ αὐτῷ.
Εἰς ἡλικίαν ἐλθὼν ὁ Οἰδίπους περιεγίγνετο τῶν συνόντων ῥώμῃ, καὶ ἔνιοι διὰ φθόνον αὐτὸν ὠνείδιζον ὑπόβλητον3. Αὐτῷ οὖν πυθομένῳ ἐν Δελφοῖς περὶ τοῦ ἰδίου γένους εἶπεν ὁ θεός·
„Φονεύσεις τὸν πατέρα, ἔπειτα γυναῖκα ἄξῃ τὴν μητέρα.“
Τοῦτο ἀκούσας Οἰδίπους ἐξεπλάγη καὶ Κορίνθου ἀεὶ ἀπέσεσθαι ἐβουλεύσατο. Ἐφ’ ἅρματος δὲ πορευόμενος ἐν στενῇ ὁδῷ ἐντυγχάνει ἐφ’ ἅρματος φερομένῷ Λάϊῳ. Τούτου ὁ κῆρυξ προστάττει τῷ νεανίᾳ ἐκποδὼν4 γενέσθαι.
Οἰδίπους οὖν ὀργιζόμενος ἀμφοτέρους ἐφόνευσεν.
_______________________________
1) μεθύω: ich bin betrunken — 2) ἐκ-τείναι (Inf. Aor. Akt.): (ein Kind) aus(zu)setzen
3) ὑπόβλητος, -ον: untergeschoben, unecht — 4) ἐκποδὼν γίγνομαι: ich gehe aus dem Weg