Καιρός W 8



3


6


9
Παῦλος λιπὼν τὰς Ἀθήνας ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν – ἐλθόντα ἀπὸ τῆς Ἰταλίας – καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ προς-ῆλθεν (!) αὐτοῖς. Ὁμότεχνος1 δὲ ὢν ἠργάζετο σὺν αὐτοῖς· ἦσαν γὰρ σκηνοποιοὶ2 τῇ τέχνῃ. Καὶ διελέγετο ἐν τῇ συναγωγῇ (!) κατὰ πᾶν σάββατον (!) ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. Ὁ δὲ Παῦλος τοῖς Ἰουδαίοις ἐκήρυξεν εἶναι Ἰησοῦν τὸν Χριστόν. Ἀντ-ειπόντων (!) δὲ αὐτῶν εἶπεν· „Ἀπὸ τοῦ νῦν πρὸς τοὺς Ἕλληνας πορεύσομαι.“
Καὶ λιπὼν τὴν συναγωγὴν εισ-ῆλθεν (!) εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἔτυχε πλησίον τῆς συναγωγῆς οὖσα. Κρίσπος, ὁ τῆς συναγωγῆς ἄρχων, ἐπίστευσε3 σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον3. Εἶπεν δὲ ὁ κύριος δι’ ὁράματος4 φανερὸς γενόμενος τῷ Παύλῳ· „Μὴ ἔχε φόβον, ἀλλὰ λέγε καὶ μὴ ἄγε ἡσυχίαν· ἐγὼ γάρ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς βλάψει σε. Πολλοὶ γὰρ ἄνθρωποί μοί εἰσιν ἐνθάδε.“ Διῆγεν δὲ ἐν Κορίνθῳ ἕνα ἐνιαυτὸν καὶ μῆνας5 ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
_______________________________
1) ὁ ὁμό-τεχνος, -ου: der Berufsgenosse — 2) ὁ σκηνο-ποιός, -οῦ: der Zeltmacher — 3) πιστεύω: ich vertraue, glaube — 4) τὸ ὅραμα, -ατος: Erscheinung, Vision — 5) ὁ μήν, μηνός: der Monat