Καιρός 39



3


6


9
Νῦν ἐγὼ μόνη λείψω τήνδε τὴν πόλιν1 ὡς διάξουσα βίον λυπηρόν. Ὦ τέκνα, οὐκέτι βλέψω ὑμᾶς τοῖσδε τοῖς ὄμμασιν, οὐκέτι ὑμῶν ἀκούσομαι2 παιζόντων, οὔ μοι συν-έσεσθε (!) παλαιᾷ οὔσῃ ὡς ἐπίκουροι ἐσόμενοι καὶ ἀποτρέψοντες πᾶσαν τὴν χρείαν.
Φεῦ, φεῦ3, τέκνα φίλα, μάτην ὑμᾶς ἔτεκον. Ἀλλὰ τί ἐστιν; Ταῦτα μνημονευούσῃ ὀργὴ ἀμήχανός μοι ἐμπίπτει. Κάρτα ὀργίζομαι Ἰάσονι καὶ ἅπασιτοῖς Κορινθίοις μ’ἀτιμάζουσιν καὶ βλάπτουσιν· Οὐ παύσονταί με ὑβρίζοντες, οὐδὲ φείσονται ὑμῶν.
Ἀλλ’ οὐκέτι δυνατή εἰμι ταύτην τὴν αἰσχύνην φέρειν. Ζημίᾳ κακίστῃ4 κολάσω πάντας τοὺς ἐχθρούς. Οὐκ ἐπιτρέψω αὐτοῖς τοὺς ἐμοὺς παῖδας. Γιγνώσκω κακὰ ἐξεργασομένη, ἀλλὰ θυμὸς κρείττων ἐστὶ πάντων τῶν βουλευμάτων.
_______________________________
1) τὴν πόλιν (Akk.): die Stadt — 2) ἀκούσομαι: Fut. zu ἀκούω — 3) φεῦ: weh, ach — 4) κάκιστος: Superlativ zu κακός