Καιρός 38



3


6


9
Ἴβυκος Ῥήγιον λιπὼν καὶ πρὸς τὰ Ἴσθμια πορευόμενος κακούργοις δειλοῖς ἐνέτυχεν. Οὗτοι δὲ διώξαντες καὶ καταλαβόντες τὸν ἀοιδὸν1 ἐφόνευσαν αὐτὸν ἔμπειρον ὄντα τῆς λύρας (!), ἀλλ’ οὐ τοῦ τόξου. Ἀποθνῄσκων δὲ ὁ Ἴβυκος γεράνων2 ᾔσθετο ἐν τῷ οὐρανῷ. Καὶ χεῖρας μόγις ὀρέξας· „Ὦ γέρανοι2“, ἔφη, „ἰδοῦσαι τὸν κακὸν ὄλεθρον μάρτυρές μοι γένεσθεπρὸς σύμπαντας τοὺς ἀνθρώπους.“
Οἱ δὲ κακοῦργοι ἁρπάσαντες πάντα τὰ τοῦ ἀοιδοῦ1 χρήματα παρεγένοντο εἰς Κόρινθον. Ἐκεῖ δὲ ἐν θεἀθρῳ αἰσθόμενοι αὖθις γεράνων2 εἶπον πρὸς ἀλλήλους· „Ἆρα μὴ ἐπελάθου τῶν τοῦ Ἰβύκου μαρτύρων;“ Ἀλλὰ ταῦτ’ ἀγορεύοντες οὐκ ἔλαθον τοὺς πλησίον καθιζομένους. Καὶ οὐ πολλῷ ὕστερον οἱ Κορίνθιοι ἐλέξαντες αὐτοὺς ἐκόλασαν ἅτε ἀσφανίσαντας ἄνδρα φίλον τῷ Ἀπόλλωνι καὶ πάσαις ταῖς Μούσαις.
_______________________________
1) ὁ ἀοιδός, -οῦ: der Sänger, „Aöde“ — 2) ἡ γέρανος, -ου: der Kranich