Καιρός 37



3


6


9
Ἐπερχομένου τοῦ Θανάτου ὁ Σίσυφος δεσμοὺς καρτεροὺς προσ-έφερεν (!) λέγων· „Ὅδε ὁ σίδηρος καίπερ καρτερὸς ὢν οὐχ ἱκανὸς ἔσται κατέχειν σε κράτιστον ὄντα.“ Τοῦ δὲ θεοῦ ἄφρονος καὶ ἄγαν χαίροντος τῇ κολακείᾳ1 τῷ Σισύφῳ ἐξῆν περι-βαλεῖν (!) τῷ σώματι δεσμούς ἀλγεινούς. Ὁ δὲ θεὸς οἷός τε οὐκ ἦν ἐκ-φυγεῖν (!) ἕως ὁ Ἄρης Διὸς κελεύοντος ἔλυσεν αὐτὸν καὶ ἐπέτρεψεν αὐτῷ τὸν Σίσυφον κατ-αγαγεῖν (!) εἰς Ἅιδου.
Ἀλλὰ καὶ τότε ὁ Σίσυφος οὐδαμῶς εἶξε τοῖς τῶν ἀθανάτων βουλεύμασιν, ἀλλ’ ἔπεισε Μερόπην τὴν γυναῖκα μὴ θάψαι αὐτόν. Ὥστε δυνατὸς ἐγένετο ἑκόντος τοῦ Ἅιδου ἐπανελθεῖν εἰς Κόρινθον ὡς κολάσαι βουλόμενος τὴν γυναῖκα. Ἔπειτα δὲ οὐκέτι εἰς Ἅιδου παρεγένετο, ἀπέθανε δὲ ἐν Κορίνθῳ γέρων ἤδη ὤν.
_______________________________
1) ἡ κολακεία: die Schmeichelei