Καιρός 36



3


6


9
Περίανδρος, ἐπεὶ τύραννος ἐγένετο, ἄπειρος καὶ φοβερὸς ἔτι ὢν ἄγγελον πρὸς Θρασύβουλον, τὸν Μιλήτου δεσπότην, ἔπεμψεν ἅτε πυθέσθαι βουλόμενος, πῶς τις τύραννος ὢν τοὺς οἴκοι ἐναντίους φυλάττεται. Ὁ οὖν Θρασύβουλος ἐδέξατο τὸν κήρυκα πρῶτον μὲν οὐ συμβουλεύων χρηστὸν οὐδέν1, ἔπειτα δὲ ἐξ-ήγαγεν (!) αὐτὸν εἰς ἀγρόν τινα ἅμα διαλεγόμενος περὶ μικρῶν. Ἔτεμνε δὲ μεταξὺ λέγων ἑκάστοτε τῶν ἀσταχύων2 τοὺς ὑπερέχοντας.
Μετὰ δὲ ταῦτα ὁ μὲν κῆρυξ ἐπανῆλθεν εἰς τὴν Κόρινθον καίπερ οὐ γιγνώσκων τὴν τοῦ Θρασυβούλου διάνοιαν, ἣ ἅμα αἰσχρὰ καὶ πυκνὴ ἦν. Τῷ δὲ Περιάνδρῳ, ἐπεὶ ἔμαθε τὰ γενόμενα, πάνυ φανερὰ ἦν ἡ τῆς βουλῆς γνώμη· καὶ αὐτίκα τῶν γενναίων καὶ πλουσίων Κορινθίων τοὺς μὲν ἐδίωξεν καὶ ἐξέβαλεν, τοὺς δὲ ἐφόνευσεν ὡς ἐπιβουλεύοντας.
_______________________________
1) οὐδέν: nichts — 2) ὁ ἄσταχυς, υος: die Ähre