Καιρός 35



3


6


9
Ἐν ἐλεγείῳ1 τινὶ ὁ Ξενοφάνης ἐμέμψατο τοῖς τότε ἀνϑρώποις, γέρουσί τε καὶ νέοις, τοῖσδε τοῖς λόγοις·
«Διὰ τί ἀϑλητάς (!), οἳ νίκην ἔφερον ἀγωνιζόμενοι, σέβεσϑε ὥσπερ ϑεούς; Οὐκ ἄκοντες γὰρ παρέχετε αὐτοῖς μεγίστας τιμάς· δέχεσϑε αὐτοὺς ὥσπερ ἄρχοντας ὑμῶν αὐτῶν, λαμβάνουσιν οὐ μόνον στεφάνους, ἀλλὰ καὶ δῶρα ποικίλα, ἔτι δὲ χρυσόν τε καὶ ἀργύριον. Ἐνίοτε τυγχάνουσι καὶ προεδριῶν2. Ἐν τούτῳ δὲ ἀνόητοί τε καὶ καταγέλαστοί ἐστε καὶ ἐπαίνου οὐκ ἄξιοι· ἡ γὰρ πολιτεία οὐ βέβαιος ἔσται οὔτε ταῖς τῶν ἀϑλητῶν (!) νίκαις οὔτε τῇ δόξῃ αὐτῶν, ἀλλὰ μᾶλλον τῇ τῶν σοφῶν ἐπιστήμῃ καὶ ταῖς τῶν φρονίμων διανοίαις. Ἡ δὴ ἐμὴ σοφία πολὺ κρείττων ἐστὶ τῆς τῶν ἀϑλητῶν (!) ῥώμης.»
_______________________________
1) τὸ ἐλεγεῖον, -ου: die Elegie, das Gedicht — 2) ἡ προ-εδρία, -ας: der Ehrensitz, z. B. im Theater