Καιρός 34



3


6


9


12
Τῶν ἡγεμόνων πυνθανόμεθα τάδε·
Ὅτε τὰ Ὀλύμπια ἄγεται, ἁθροίζονται πολλοὶ Ἕλληνες βουλόμενοι σκέπτεσθαι τοὺς ἀθλητάς (!). Ἔστι δὲ μὴ μόνον χαίρειν γυμνικοῖς1 καὶ ἱππικοῖς (!) ἀγῶσιν, ἀλλὰ καὶ ἀκούειν ῥητόρων καὶ κηρύκων νίκης ὀρεγομένων. Ἐν δὲ τῇ λεγομένῃ Ἄλτει2 ἔξεστι ναοὺς θαυμάζειν, οὓς ἠργάσαντο οἱ ἄριστοι3 τέκτονες. Ἀλλὰ νόμος ἐστὶν εἴργειν γυναῖκας τοῦ σταδίου, οὗ οἱ ἀθληταὶ (!) γυμνοὶ κάμνουσιν ἀγωνιζόμενοι.
Λέγεται δὲ γυνή ποτε παραγενέσθαι τοῖς ὁσίοις ἀγῶσιν μετὰ τῶν ἀνδρῶν. Οἱ δὲ Ἑλλανοδίκαι4, ἐπεὶ εἶδον αὐτήν, ἔψεξαν· «Ἄφρων εἶ καὶ ἀνόσιος παραγενομένη ἐνθάδε. Ἄμεινόν ἐστιν ἀπολιπεῖν σε τὸ στάδιον.» Ἡ δὲ ἀποκρινομένη εἶπεν· «Οὐκ, ἀλλὰ σώφρων εἰμὶ καὶ δίκῃ παραγίγνομαι, ὡς καὶ πατέρα καὶ ἀδελφοὺς Ὀλυμπιονίκας (!) ἔχω καὶ νῦν παῖδα ἐπ’ Ὀλύμπια ἄγω.»
_______________________________
1) γυμνικός, -ή, -όν: sportlich, Sport- — 2) Ἄλτει: Dat. Sg. zu ἡ Ἄλτις (dem Zeus geweihter Hain) — 3) ἄριστος, -η, -ον: tüchtigster, vorteilhaftester, bester — 4) οἱ Ἑλλανο-δίκαι: Bezeichnung für die Kampfrichter bei den Olympischen Spielen