Καιρός 32



3


6


9
Τῷ Οἰνομάῳ ἦν καλὴ κόρη, ἣ ὀνομάζετο Ἱπποδάμεια. Ἐπεὶ δὲ ὁ Οἰνόμαος μαντευόμενος ἐπύθετο, ὅτι ὁ γαμβρὸς1 φονεύσει αὐτόν, φόβος ἐπῆλθεν αὐτῷ. Διὸ ἐκήρυξεν· „Δεῖ τὸν νεανίαν, ὅστις μέλλει ἔσεσθαι μοι γαμβρός1, περιγενέσθαι μου ἱπποδρομίᾳ2.“
Ἤλπιζε γὰρ οὕτως ἀποτρέψειν τὴν συμφοράν, ἐπειδὴ ἐν τῷ δρόμῳ κατηργάζετο τοὺς νεανίας. Πέλοψ δὲ ὁ Ταντάλου ἐβουλεύσατο τάδε· „Περιγενόμενος Οἰνομάου ἄξομαι οἴκαδε τὴν Ἱπποδάμειαν, ἧς μάλα μέλει μοι, καὶ ἔσομαι κύριος τῆσδε τῆς χώρας.
Δώροις γὰρ πείσω Μυρτίλον, τὸν τοῦ Οἰνομάου ἡνίοχον3, ἐπίκουρόν μοι ἔσεθαι.“ Καὶ μὴν ἐν τῷ ἄθλῳ ὁ Οἰνόμαος μηχανῇ τοῦ Μυρτίλου ἔπεσεν ἐκ τοῦ δίφρου4. Ὁ δὲ Πέλοψ κατεργασάμενος αὐτὸν ἔλαβε τήν τε κόρην καὶ τὴν βασίλειαν.
_______________________________
1) ὁ γαμβρός, -ου: der Schwiegersohn — 2) ἡ ἱπποδρομία, -ας: das Wagenrennen — 3) ὁ ἡνίοχος, -ου: der Wagenlenker — 4) ὁ δίφρος, -ου: der Wagenkorb (wo der Lenker steht)